λοιπὸν ἐρωτᾷν κατὰ τὸ ὑπάρ χον μὲν, μήτε δὲ γεννηθὲν ἔκ τινος, μήτε ἔχον ἑαυ τοῦ πατέρα· ἀκούσονται μὲν καὶ παρ' ἡμῶν τὸν οὕτω σημαινόμενον ἕνα καὶ μόνον ἀγένητον εἶναι τὸν Πατέρα, οὐδὲν δὲ πλέον ἕξουσιν ἐκ τοῦ τοιαῦτα ἀκού ειν αὐτούς. Οὐδὲ γὰρ τὸ οὕτως ἀγένητον λέγεσθαι τὸν Θεὸν δείκνυσι γενητὸν εἶναι τὸν Υἱὸν, δήλου ὄντος κατὰ τὰς προειρημένας ἀποδείξεις τοιοῦτον εἶναι τὸν Λόγον, οἷός ἐστιν ὁ γεννήσας αὐτόν. Οὐκ οῦν εἰ ἀγένητος ὁ Θεὸς, οὐ γενητὴ, ἀλλὰ γέν νημά ἐστιν ἡ τούτου εἰκὼν, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Ποία γὰρ ἐμφέρεια τῷ γενητῷ πρὸς τὸ ἀγένητον; Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνητέον· ἐπεὶ εἰ ὅμοιον τὸ γενητὸν τῷ ἀγενήτῳ θέλουσιν, ὡς τὸν ὁρῶντα τοῦτο βλέπειν ἐκεῖνο, οὐ μακράν εἰσιν εἰπεῖν, ὅτι καὶ τὸ ἀγένητον καὶ κτισμάτων ἐστὶν εἰκὼν, καὶ λοιπὸν πέφυρται πάντα παρ' αὐτοῖς, γενητῶν μὲν ἐξίσωσις πρὸς τὸ ἀγένητον, ἀγενήτου δὲ καθαίρεσις μετρουμένου πρὸς τὰ ποιήματα, 26.77 ἵνα μόνον τὸν Υἱὸν ἐν τοῖς ποιήμασι καταγάγω σιν. Ἀλλ' οὐδὲ αὐτοὺς οἶμαι θελῆσαι λέγειν ἔτι τὰ τοιαῦτα, ἐὰν Ἀστερίῳ γε τῷ σοφιστῇ πείθωνται. Ἐκεῖνος γὰρ, καίπερ σπουδάζων συνηγορεῖν τῇ Ἀρειανῇ αἱρέσει, καὶ λέγων ἓν εἶναι τὸ ἀγένητον, τὰ ἐναντία τούτοις ἀντιφθέγγεται, λέγων καὶ τὴν σοφίαν τοῦ Θεοῦ ἀγένητον καὶ ἄναρχον εἶναι, καὶ ἔστι μέρος, ὧν ἔγραψε, ταῦτα· «Οὐκ εἶπεν ὁ μακάριος Παῦλος, Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν, ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς προσθήκης, δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν, ἄλ λην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμιν, τὴν ἔμφυτον αὐτοῦ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων.» Καὶ πάλιν μετ' ὀλίγα· «Καίτοι γε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγένητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ αὐτή.» Εἰ γὰρ καὶ μὴ κα λῶς νοήσας τὸ τοῦ Ἀποστόλου ῥητὸν, ἐνόμισεν εἶναι δύο σοφίας, ἀλλ' ὅμως συνυπάρχουσαν αὐτῷ ἀγένητον σοφίαν εἰρηκὼς, οὐκέτι ἓν τὸ ἀγένητον, ἀλλὰ καὶ ἕτερον ἔφησεν ἀγένητον εἶναι σὺν αὐτῷ. Τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ ἀλλ' ἑτέρῳ συνυπάρ χει. Ἢ τοίνυν Ἀστερίῳ πειθόμενοι, μηκέτι ἐρωτάτωσαν, Ἓν τὸ ἀγένητον, ἢ δύω; ἵνα μὴ ὡς ἀμφιβάλλοντες μάχωνται πρὸς ἐκεῖνον· ἢ εἰ ἐναντιοῦν ται κἀκείνῳ μὴ ἐπερειδέσθωσαν αὐτοῦ τῷ συνταγμα τίῳ, ἵνα μὴ ἀλλήλους δάκνοντες ὑπὸ ἀλλήλων ἀναλωθῶσι. Καὶ ταῦτα μὲν δι' ὀλίγων πρὸς τὴν ἀμα θίαν αὐτῶν εἰρήσθω. Πρὸς δέ γε τὴν πανοῦργον αὐ τῶν προαίρεσιν τί τοσοῦτον ἄν τις εἴποι; Τίς αὐ τοὺς οὐκ ἂν οὕτως μαινομένους μισήσειε δικαίως; Ἐπειδὴ γὰρ οὐκέτι παῤῥησίαν ἔχουσιν ἐν τῷ λέγειν, Ἐξ οὐκ ὄντων, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ, ἐπενόησαν ἑαυτοῖς τὴν τοῦ ἀγενήτου λέξιν, ἵνα τὸν Υἱὸν γενητὸν παρὰ τοῖς ἀκεραίοις λέγοντες, αὐτὰ πάλιν ἐκεῖνα τὰ ῥήματα, τὸ Ἐξ οὐκ ὄντων, καὶ τὸ Οὐκ ἦν 26.80 ποτε, σημαίνωσιν· ἐν γὰρ τούτοις τὰ γενητὰ καὶ τὰ κτίσματα σημαίνονται. Ἔδει οὖν, εἴπερ θαῤῥοῦσιν οἷς λέγουσι, τού τοις καὶ ἐπιμένειν, καὶ μὴ ποικίλως μεταποιεῖν ἑαυ τούς. Ἀλλ' οὐ θέλουσι, νομίζοντες εὐχερῶς ἅπαντα δύνασθαι, ἐὰν τῷ ὀνόματι τούτῳ σκέποντες τὴν αἵρεσιν προβάλωνται τὸ ἀγένητον· καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀγενήτου λεξείδιον οὐ πρὸς τὸν Υἱὸν ἔχει τὴν σημασίαν, κἂν οὗτοι γογγύζωσιν, ἀλλὰ πρὸς τὰ γενητά· καὶ ὅμοιον ἄν τις ἴδοι τούτου τὸ, Παντοκράτωρ, καὶ τὸ, Κύριος τῶν δυνάμεων. Εἰ γὰρ τῶν πάντων ὁ Πατὴρ διὰ τοῦ Λόγου κρατεῖ, καὶ κυριεύει, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς βασιλεύει ὁ Υἱὸς, καὶ τὸ κράτος πάντων ἔχει, ὡς Λόγος καὶ ὡς εἰκὼν τοῦ Πατρός· εὔδηλον ὡς οὐδὲ ὧδε τοῖς πᾶσι συν αριθμεῖται ὁ Υἱὸς, οὐδὲ δι' αὐτὸν λέγεται Παντοκρά τωρ καὶ Κύριος, ἀλλὰ διὰ τὰ δι' Υἱοῦ γενόμενα, ὧν καὶ κρατεῖ καὶ κυριεύει διὰ τοῦ Λόγου. Καὶ τὸ ἀγένητον ἄρα οὐ διὰ τὸν Υἱὸν, ἀλλὰ διὰ τὰ δι' Υἱοῦ γενόμενα σημαίνεται· καὶ καλῶς, ὅτι οὐκ ἔστιν ὡς τὰ γενητὰ ὁ Θεὸς, ἀλλὰ καὶ τούτων κτίστης διὰ τοῦ Υἱοῦ καὶ δημιουργός ἐστιν. Ὥσπερ δὲ τὸ ἀγένητον, πρὸς τὰ
19