διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ' ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν· τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γε νομένων, καὶ διακονησάντων τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ' ἀπὸ τοῦ Χριστοῦ Χριστιανοὶ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα. Οἱ δὲ παρ' ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι κτῆμα. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χρι στιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δ' ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χρι 26.17 στιανοὶ, Μαρκιωνισταὶ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Οὐαλεντινιανοὶ, οἱ δὲ Βασιλιδιανοὶ, οἱ δὲ Μανιχαῖοι, κἀκεῖνοι Σιμωνιανοὶ, καὶ ἄλλοι κατὰ Φρύγας ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου Νοουατιανοὶ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, Ἀρειανοὶ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδα σκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώ μεθα· ἀλλά γε τὰ τοῦ Χριστοῦ παρ' αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἧττον ἐσμὲν καὶ καλούμεθα. Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν δια δεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ Ἑλλήνων καὶ νῦν εἰς τὴν Ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν τῶν εἰ δώλων δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμ βάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ Σωτῆρος, καὶ ἀντὶ Ἑλλήνων ἄρχονται Χριστιανοὶ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους ἀπιόντες, ἢ ὅσοι δ' ἂν ἀπὸ τῆς Ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ Ἀρειανοὶ καλοῦνται, ὡς οὐκέτι τὴν Χριστοῦ πίστιν ἔχοντες, ἀλλὰ τῆς Ἀρείου γενόμενοι μανίας διάδοχοι. 26.20 Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; Ἢ πῶς τῆς καθολικῆς Ἐκκλησίαςεἰσὶν οἱ τὴν ἀποστολικὴν ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν κακῶν ἐφευρεταὶ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων Γραφῶν λόγια καταλείψαντες, τὰς δὲ Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες; Εἰκότως τοῦτο λέγοντες καινὴν γὰρ αἵρεσιν ἀπαγγέλ λουσι. ∆ιὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν Παλαιὰν καὶ τὴν Καινὴν γραψάντων, καὶ παρὰ μη δενὶ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παρ' ἑτέρων, ὁ θαυ μαστὸς Ἄρειος οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ
2