μέτοχος; Τοῦ Πνεύματος; Καὶ μὴν αὐτὸ τὸ Πνεῦμα μᾶλλον παρὰ τοῦ Υἱοῦ λαμβάνει, ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρ' ἐκείνου. Οὐκοῦν τοῦ Πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται, καὶ ἀνάγκη λέγειν. Καὶ τί τοῦτο ἄρα ἢ πό θεν ἐστίν; εἰ μὲν οὖν ἔξωθέν ἐστιν ἐπινοηθὲν παρὰ τοῦ Πατρὸς, οὐκέτι πάλιν τοῦ Πατρὸς μετέχων ἂν εἴη, ἀλλὰ τοῦ ἔξωθεν γενομένου, καὶ οὐκέτι αὐτὸς οὐδὲ δεύτερος ἔσται μετὰ τὸν Πατέρα, ἔχων πρὸ ἑαυτοῦ ἐκεῖνο· οὐδὲ τοῦ Πατρὸς Υἱὸς ἂν λεχθείη, ἀλλ' ἐκείνου, οὗ καὶ μετέχων Υἱὸς καὶ Θεὸς ἐκλήθη· εἰ δὲ τοῦτο ἄτοπον καὶ ἀσεβὲς, λέγοντος μὲν τοῦ Πατρὸς, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, λέγοντος δὲ καὶ τοῦ Υἱοῦ, Πατέρα ἴδιον εἶναι τὸν Θεόν· δῆλον, ὅτι οὐκ ἔξωθεν, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστι τὸ μετεχόμενον. Τοῦτο δὲ πάλιν ἐὰν ἕτερον ᾖ παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ, τὸ ἴσον ἄτοπον ἀπαντήσει, μέσου πάλιν εὑρισκομένου τούτου ἐκ τοῦ Πατρὸς καὶ τῆς οὐσίας τοῦ Υἱοῦ, ἥτις ποτέ ἐστιν. Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλή θειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν 26.45 Υἱόν· τὸ γὰρ ὅλως μετέχεσθαι τὸν Θεὸν, ἴσον ἐστὶ λέ γειν, ὅτι καὶ γεννᾷ· τὸ δὲ γεννᾷν τί σημαίνει ἢ Υἱόν; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ' αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται, ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχον τες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν, ὁ ἔλεγεν ὁ Πέτρος, Ἵνα γένησθε θείας κοι νωνοὶ φύσεως, ὥς φησι καὶ ὁ Ἀπόστολος, Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε; καὶ, Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος. Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέπον τες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ με ρισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶ ναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πά θος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδ' ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες Υἱὸν καὶ γέννημα· ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ ἀληθινὸν καὶ τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πι στεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμέ νου, ὅτι τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γέννημα τοῦτό ἐστιν ὁ Υἱὸς, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρό δηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ Σοφία καὶ ὁ Λόγος τοῦ Πατρὸς, ἐν ᾧ καὶ δι' οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ· καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, ἐν ᾧ τὰ πάντα φωτίζει, καὶ ἀποκαλύπτεται οἷς ἐὰν θέλῃ· τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκὼν, ἐν ᾧ θεωρεῖ ται καὶ γινώσκεται, διὸ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι· καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν Πα τέρα· τοῦτό ἐστιν ὁ Χριστὸς, ἐν ᾧ τὰ πάντα λελύτρω ται, καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. Τοῦ δὲ Υἱοῦ πάλιν οὕτως ὄντος, οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον ἐξ οὐκ ὄντων ποίημα, ἢ, Οὐκ ἦν πρὶν γεννηθῇ. Ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς οὕτω λέγων καὶ εἰς αὐτὸν τὸν Πα τέρα φθάνει βλασφημῶν, τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἷα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φαντα ζόμενος καταψεύδεται. Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέ πειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτί 26.48 στης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λό γου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ τὴν Σοφίαν μὴ εἶναί ποτε; Ἴσον γάρ ἐστιν εἰπεῖν, ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὑτοῦ δημιουργικὸν Λόγον, ἀλλ' ἔξωθεν ἐπεισαγόμε νός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατ' οὐσίαν
10