ὄντων γάρ ἐστι, καὶ οὐκ ἦν πρὶν γένηται. Τὰ δὲ οὐκ ὄντα πρὶν γένηται, πῶς ἠδύνατο συνυπάρχειν τῷ ἀεὶ ὄντι Θεῷ; ∆ιὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν ἀφορῶν ὁ Θεὸς, ὅτε εἶδεν, ὅτι δύναται γενόμενα διαμένειν, τότε καὶ πεποίηκε πάντα. Καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Ἀδὰμ, ἢ ἐπὶ Νῶε, ἢ ἐπὶ Μωϋσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ Λόγον, οὐκ ἀπέστει λεν εἰ μὴ ἐπὶ συντελείᾳ τῶν αἰώνων· τοῦτο γὰρ εἶδε λυσιτελεῖν πάσῃ τῇ κτίσει· οὕτω καὶ τὰ γενητὰ, ὅτε ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. Ὁ δέ γε Υἱὸς, οὐκ ὢν ποίημα ἀλλ' ἴδιος τῆς οὐσίας τοῦ Πατρὸς, ἀεὶ ἔστιν· ἀεὶ γὰρ ὄντος τοῦ Πατρὸς, ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας αὐτοῦ, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ σοφία. Καὶ τὰ μὲν κτίσματα 26.73 κἂν μηδέπω ὑπάρχῃ, οὐκ ἐλαττοῖ τὸν ποιητήν· ἔχει γὰρ τὸ δύνασθαι δημιουργεῖν, ὅτε βούλεται· τὸ δὲ γέννημα, ἐὰν μὴ ἀεὶ συνῇ τῷ Πατρὶ, ἐλάτ τωμα τῆς τελειότητος τῆς οὐσίας αὐτοῦ ἐστιν. Ὅθεν τὰ μὲν ποιήματα, ὅτε ἠθέλησεν, ἐδημιουργήθη διὰ τοῦ Λόγου αὐτοῦ· ὁ δὲ Υἱὸς ἀεί ἐστιν ἴδιον γέν νημα τῆς τοῦ Πατρὸς οὐσίας. Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν, ἓν τὸ ἀγέννητον, ἢ δύο; οὐκ ὀρθὴν αὐ τῶν δείκνυσι τὴν διάνοιαν, ἀλλ' ὕποπτον καὶ δό λου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρω τῶσιν, ἀλλ' ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἂν γοῦν τις, ἀγνοῶν τὴν πανουργίαν αὐτῶν, ἀποκρίνηται, ἓν τὸ ἀγένητον, εὐθὺς τὸν ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγον τες· Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰ ρήκαμεν, Οὐκ ἦν, πρὶν γεννηθῇ. Πάντα γὰρ φυ ρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφή μοις, ἀλλ' ἐπ' ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέ ναις, ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ Κυρίου, μὴ γινώσκοντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐρωτησάτωσαν γοῦν Ἕλληνας, παρ' ὧν ἤκουσαν· οὐ γὰρ τῶν Γρα φῶν, ἀλλ' ἐκείνων ἐστὶν εὕρεμα· ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει, μάθωσιν, ὅτι οὐδὲ, περὶ ὧν λέγουσιν, ἐπίστανται καλῶς ἐρωτᾷν. Κἀγὼ γὰρ δι' αὐτοὺς ἐπυθόμην λέγεσθαι ἀγένητον τὸ μηδέπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι, ὡς τὸ ξύλον τὸ μήπω μὲν γενόμενον, δυνάμενον δὲ γενέ σθαι σκάφος. Καὶ αὖθις ἀγένητον λέγεσθαι τὸ μήτε γενόμενον, μήτε δυνάμενον γενέσθαι ποτὲ, ὡς τὸ τρίγωνον τετράγωνον, καὶ ὁ ἄρτιος ἀριθμὸς περιττός. Οὔτε γὰρ τὸ τρίγωνον γέγονέ ποτε τετρά γωνον, οὔτε γένοιτ' ἄν ποτε· ἀλλ' οὔτε ὁ ἄρτιος γέ γονέ ποτε περιττὸς, οὔτε γένοιτ' ἄν ποτε περιττός. Λέγεται δὲ πάλιν ἀγένητον τὸ ὑπάρχον μὲν, μὴ 26.76 γενηθὲν δὲ ἔκ τινος, μηδὲ ὅλως ἔχον ἑαυτοῦ τινα πα τέρα. Προσέθηκε δὲ καὶ ὁ πανοῦργος σοφιστὴς Ἀστέ ριος, ὁ καὶ τῆς αἱρέσεως συνήγορος, ἐν τῷ ἰδίῳ συν ταγματίῳ λέγων, ἀγένητον εἶναι τὸ μὴ ποιηθὲν, ἀλλ' ἀεὶ ὄν. Κατὰ ποῖον οὖν σημαινόμενον νοοῦσι τὸ ἀγένητον, ἔδει προστιθέντας αὐτούς, ἐρωτᾷν, ἵνα καὶ ὁ ἐρωτώμενος ὀρθῶς ἀποκρίνηται. Εἰ δὲ νομίζουσι καλῶς ἐρωτᾷν, ἐν τῷ λέγειν, Ἓν τὸ ἀγένητον, ἢ δύο; ἀκούσονται πρῶτον μὲν, ὡς ἀμαθεῖς, πολλά τε εἶναι καὶ οὐδὲν, πλεῖστα μὲν τὰ δυνάμενα γενέσθαι, οὐδὲν δὲ τὸ μὴ δυνάμενον, ὥσπερ εἴρηται. Εἰ δὲ, ὡς Ἀστερίῳ ἤρεσε, τὸ μὴ ποίημα, ἀλλ' ἀεὶ ὂν ἀγένητον εἶναι, οὕτως ἐρωτῶσιν· ἀκουέτω σαν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ὅτι, καὶ ὁ Υἱὸς οὕτω κατὰ ταύτην τὴν ἐκδοχὴν ἀγένητος ἂν λεχθείη. Οὔτε γὰρ τῶν γενητῶν, οὔτε ποίημά ἐστιν, ἀλλὰ καὶ ἀϊδίως σύνεστι τῷ Πατρὶ, ὥσπερ καὶ ἤδη δέδεικται, κἂν πολλάκις μεταβάλλωνται, ἵνα μόνον κατὰ τοῦ Κυρίου λέγωσιν, Ἐξ οὐκ ὄντων ἐστὶ, καὶ, Οὐκ ἦν, πρὶν γεννηθῇ. Πάντων δὴ οὖν ἐκπίπτοντες, ἐὰν καὶ ἐκεῖνο θελήσωσι
18