1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

62

ἠνέσχετο προσθεῖναι, εἰ καθ' οὗ ὀμνύουσιν ἄνθρωποι, καὶ ὁ Θεὸς κατ' αὐτοῦ ὤμοσε, τουτέστι, καθ' ἑαυτοῦ. Ἀλλ' ἐκεῖνοι μὲν ὡς μείζονος, οὗτος δὲ οὐχ ὡς μείζονος· καὶ ὅμως ἐποίησεν. Οὐ γὰρ ἴσον, ἄνθρωπον καθ' ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἐξουσίαν ἑαυτοῦ οὐκ ἔχει. Ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται. Ἰσχυρὰν, φησὶ, παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Καὶ ἐνταῦθα πάλιν μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Νῦν, φησί· καὶ οὐκ εἶπεν, Ἐπειδὴ ὤμοσεν. Ὅρκος δὲ τίς ἐστιν, ἐδήλωσεν εἰπὼν τὸ, κατὰ τοῦ μείζονος ὀμόσαι. Ἀλλ' ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν. Ὥσπερ οὖν ὄμνυσι δι' ἡμᾶς, καίτοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι· οὕτω καὶ τὸ, Ἔμαθεν ἐξ ὧν ἔπαθεν, εἴρηκεν, ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον, τὸ διὰ τῆς πείρας ἐλθεῖν. Τί ἐστι, Τῆς προκειμένης ἐλπίδος; Ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα. Ὥστε τὰ πρὸς τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις· διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῷ οὐρανῷ ἐσμεν. Εἶπεν, Ἀναμείνατε· πάντως γὰρ ἔσται. Εἶτα πληροφορῶν λέγει· Μᾶλλον δὲ, τῇ ἐλπίδι ἤδη ἐτύχετε. Καὶ οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ', Αὐτὴ εἰσῆλθεν ἔνδον· ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. Ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου, οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι, ἀλλ' ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ· οὕτω καὶ ἡ ἐλπίς. Καὶ ὅρα πῶς σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε θεμέλιον, ὅπερ ἀπῇδεν, ἀλλὰ ἄγκυραν. Τὸ γὰρ ἐν σάλῳ ὂν, καὶ οὐ σφόδρα δοκοῦν ἡδράσθαι, ἐπὶ τῆς ὑγρᾶς, ὡς ἐπὶ γῆς, ἕστηκε, καὶ σαλεύεται, καὶ οὐ σαλεύεται. Ἐπὶ μὲν γὰρ τῶν σφόδρα στεῤῥῶν 63.92 καὶ φιλοσόφων, εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς λέγων· Ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν· ἐπὶ δὲ τῶν ἀπαγορευόντων, καὶ ὀφειλόντων, διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος. Ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος· ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι. Ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς βιωτικοῖς πολλὴν ταύτης εὕροι τις ἂν τὴν ἰσχύν· οἷον, ἐπὶ ἐμπορίας, ἐπὶ γεωργίας, ἐπὶ στρατείας· ἐὰν γὰρ μὴ ταύτην εὐθέως τις πρόθηται, οὐδ' ἂν ἅψαιτο ἔργου. Ἄγκυραν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ἀσφαλῆ τε καὶ βεβαίαν· ἵνα δηλώσῃ τὸ ἀψευδὲς τῶν αὐτῇ ἐπερειδομένων εἰς σωτηρίαν· διὸ ἐπάγει· Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, διικνουμένην εἰς τὸν οὐρανόν. Εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ᾖ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα. Μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς. Ὁ δὲ πρόδρομος, τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰσῆλθεν, ἀλλ', Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόμου καὶ τῶν ἑπομένων ὀφείλει εἶναι τὸ μέσον· ἐπεὶ οὐδ' ἂν εἴη πρόδρομος. Τὸν γὰρ πρόδρομον καὶ τοὺς ἑπομένους ἐν τῇ αὐτῇ χρὴ εἶναι ὁδῷ· καὶ τὸν μὲν ὁδεύειν, τοὺς δὲ ἐπικαταλαμβάνειν. Κατὰ τὴν τάξιν, φησὶ, Μελχισεδὲχ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴ γε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολὺ βελτίων τῶν παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ καὶ τῇ σκηνῇ καὶ τῇ διαθήκῃ, καὶ τῷ προσώπῳ. Καὶ τοῦτο δὲ εἰς τὸ κατὰ σάρκα εἴρηται. γʹ. Χρὴ τοίνυν καὶ τοὺς ὧν ἐστιν ἱερεὺς σφόδρα εἶναι βελτίους· καὶ ὥσπερ πολὺ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον