1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

63

ἡμῶν καὶ τῶν Ἰουδαίων τὸ μέσον. Ὅρα γὰρ, ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν. Οὐκοῦν τοιαύτας ἀναφέρωμεν θυσίας τὰς ἐν ἐκείνῳ δυναμένας προσφέρεσθαι τῷ θυσιαστηρίῳ· οὐκέτι πρόβατα καὶ βόας, οὐκέτι αἷμα καὶ κνῖσσαν· πάντα ταῦτα λέλυται, καὶ ἀντεισενήνεκται ἀντὶ τούτων ἡ λογικὴ λατρεία. Τί δέ ἐστιν ἡ λογικὴ λατρεία; Τὰ διὰ ψυχῆς, τὰ διὰ πνεύματος (Πνεῦμα, φησὶν, ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ χρὴ προσκυνεῖν)· ὅσα μὴ δεῖται σώματος, ὅσα μὴ δεῖται ὀργάνων, μὴ τόπων· τὰ δέ ἐστιν οἷον ἐπιείκεια, σωφροσύνη, ἐλεημοσύνη, ἀνεξικακία, μακροθυμία, ταπεινοφροσύνη. Τὰ θύματα ταῦτα καὶ ἐν τῇ Παλαιᾷ ἴδοι τις ἂν ἄνωθεν προδιατετυπωμένα. Θύσατε γὰρ, φησὶν ὁ ∆αυῒδ, τῷ Θεῷ θυσίαν δικαιοσύνης· καὶ πάλιν· Θύσω σοι θυσίαν αἰνέσεως· καί· Θυσία αἰνέσεως δοξάσει με· καί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καί· Τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ ἀκούειν αὐτοῦ; Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου· καὶ πάλιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε; καὶ ἕτερος· Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀρ 63.93 γάνων σου οὐκ ἀκούσομαι· ἀλλ' ἀντὶ τούτων, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὁρᾷς οἵαις θυσίαις εὐαρεστεῖται ὁ Θεός; ὁρᾷς καὶ ἄνωθεν ἤδη τὰς μὲν ἐκκεχωρηκυίας, τὰς δὲ ἀντεισελθούσας; Ταύτας τοίνυν προσάγωμεν. Ἐκεῖναι μὲν γὰρ πλούτου καὶ τῶν ἐχόντων εἰσὶν, αὗται δὲ ἀρετῆς· ἐκεῖναι ἔξωθεν, αὗται ἔνδοθεν· ἐκείνας καὶ ὁ τυχὼν ἐργάσασθαι δύναιτ' ἂν, ταύτας δὲ ὀλίγοι. Ὅσῳ δὲ προβάτου κρείττων ὁ ἄνθρωπος, τοσούτῳ αὕτη ἐκείνης ἡ θυσία· ἐνταῦθα γὰρ τὴν ψυχήν σου ἀναφέρεις θῦμα. Ἔστι δὲ καὶ ἄλλα θύματα, τὰ ὄντως ὁλοκαυτώματα, τὰ τῶν ἁγίων μαρτύρων σώματα· ἐκεῖ ἅγια καὶ ψυχὴ καὶ σῶμα· ἐκεῖνα ὀσμὴν εὐωδίας ἔχει μεγάλην. ∆ύνασαι καὶ σὺ, ἐὰν θέλῃς, τοιαύτην θυσίαν ἀναγαγεῖν. Τί γὰρ, ἐὰν μὴ τῷ πυρὶ καύσῃς τὸ σῶμα; ἀλλ' ἑτέρῳ πυρὶ δύνασαι· οἷον, τῷ τῆς πενίας τῆς ἑκουσίου, τῷ τῆς θλίψεως. Τὸ γὰρ ἐξεῖναι μετὰ τρυφῆς καὶ πολυτελείας διάγειν, τὸν δὲ ἐπίμοχθον καὶ κατάπικρον ἀναιρεῖσθαι βίον, καὶ τὸ σῶμα νεκροῦν, οὐχὶ ὁλοκαύτωσίς ἐστι; Νέκρωσόν σου τὸ σῶμα καὶ σταύρωσον, καὶ λήψῃ καὶ αὐτὸς τοῦ μαρτυρίου τούτου τὸν στέφανον. Ὅπερ γὰρ ἐκεῖ τὸ ξίφος ἐργάζεται, τοῦτο ἐνταῦθα ἡ προθυμία ποιείτω. Μὴ καιέτω, μηδὲ κατεχέτω χρημάτων ἔρως, ἀλλὰ κατακαιέσθω καὶ κατασβεννύσθω ἡ ἐπιθυμία αὕτη ἡ ἄτοπος τῷ πυρὶ τοῦ πνεύματος, καὶ κατακοπτέσθω τῇ μαχαίρᾳ τοῦ Πνεύματος. Αὕτη θυσία καλὴ, οὐ δεομένη ἱερέως, ἀλλ' αὐτοῦ τοῦ προσφέροντος αὐτήν· θυσία καλὴ, κάτω μὲν ἐπιτελουμένη, ἄνω δὲ εὐθέως ἀναλαμβανομένη. Οὐχὶ θαυμάζομεν ὅτι τὸ παλαιὸν πῦρ κατιὸν ἅπαντα ἀνήλισκεν; Ἔξεστι καὶ νῦν πῦρ κατελθεῖν πολὺ θαυμαστότερον ἐκείνου, καὶ πάντα ἀναλῶσαι τὰ προκείμενα· μᾶλλον δὲ οὐκ ἀναλῶσαι, ἀλλ' ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ γὰρ τέφραν αὐτὰ ποιεῖ, ἀλλὰ δῶρα προσφέρει τῷ Θεῷ. Τοιαῦται ἦσαν αἱ τοῦ Κορνηλίου προσφοραί· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ὁρᾷς συζυγίαν ἀρίστην; Τότε ἀκουόμεθα, ὅταν καὶ αὐτοὶ ἀκούωμεν τῶν προσιόντων πενήτων. Ὃς ἀποφράσσει, φησὶ, τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Οὐκ ἄλλη δὲ αὕτη ἐστὶν, ἀλλ' ἢ ἡ ἡμέρα ἐκείνη, ἣ πονηρὰ γίνεται τοῖς ἁμαρτωλοῖς. Τί ἐστιν, Ὁ συνιῶν; Ὁ νοῶν τί ἐστι πένης, ὁ τὴν θλῖψιν αὐτοῦ καταμανθάνων· ὁ γὰρ μαθὼν αὐτοῦ τὴν θλῖψιν, πάντως καὶ εὐθέως αὐτὸν ἐλεήσει. Ὅταν ἴδῃς πένητα, μὴ παραδράμῃς, ἀλλ' εὐθέως ἐννόησον τίς ἂν ἦς, εἰ σὺ ἦς ἐκεῖνος· τί οὐκ ἂν ἠθέλησας πάντας ποιεῖν; Ὁ συνιῶν, φησίν. Ἐννόησον ὅτι ὁμοίως σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοὶ κοινωνεῖ εὐγενείας, καὶ πάντα σοὶ κοινὰ κέκτηται· ἀλλὰ τοῦτον τὸν οὐδὲν ἔλαττον ἔχοντά σου, οὐδὲ τῶν κυνῶν πολλάκις τῶν σῶν ἴσον ποιεῖς. Οἱ μὲν γὰρ ἄρτου κορέννυνται, οὗτος δὲ πολλάκις ἐκοιμήθη