1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

64

Μακκαβεῖς ἐν Ἀντιοχείᾳ ἀγαγὼν κολάσας ἐφόνευσε. καὶ καθεῖλε τὴν ἀρχιερωσύνην τῆς Ἰουδαίας, καὶ τὸ ἱερόν, Σολομῶντος ὄντα, τῶν Ἰουδαίων ἐποίησε ∆ιὸς 207 Ὀλυμπίου καὶ Ἀθηνᾶς, μιάνας τὸν οἶκον χοιρείοις κρέασι, καὶ ἐκώλυσε τοὺς Ἰουδαίους τῆς πατρῴας θρησκείας καὶ ἑλληνίζειν αὐτοὺς ἐβιάζετο ἐπὶ ἔτη τρία. Καὶ τελευτᾷ ὁ αὐτὸς Ἀντίοχος, καὶ ἐβασίλευσεν ὁ αὐτοῦ υἱὸς Ἀντίοχος ὁ Γλαυκὸς ὁ λεγόμενος Ἱέραξ ἔτη δύο. Καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ ∆ημητριανὸς ὁ Σελεύκου ἔτη ηʹ. καὶ ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Ἰούδας τις ὀνόματι, Ἰουδαῖος τῷ ἔθνει, ἐδυσώπησε ∆ημητριανὸν τὸν βασιλέα παρακαλέσας αὐτόν, καὶ παρέσχεν αὐτῷ τὸ ἱερὸν καὶ τὰ λείψανα τῶν Μακκαβαίων. καὶ ἔθαψαν αὐτὰ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐν τῷ λεγομένῳ Κερατέῳ· ἦν γὰρ συναγωγὴ ἐκεῖ τῶν Ἰουδαίων· πρὸ μικροῦ γὰρ τῆς πόλεως Ἀντιοχείας ἐτιμωρήσατο αὐτοὺς Ἀντίοχος ἐν τῷ ἀεὶ κλαίοντι ὄρει κατέναντι τοῦ Κασίου ∆ιός. τὸν δὲ ναὸν ἁγνεύσας ὁ Ἰούδας καὶ τὴν Ἱερουσαλὴμ κτίσας τὸ πάσχα ἐτέλεσε τῷ θεῷ. αὕτη βʹ ἦν τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καθὼς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησε. Μετὰ δὲ ∆ημητριανὸν ἐγένετο βασιλεὺς Ἀντίοχος ὁ ἔκγονος τοῦ Γρύπου, υἱὸς Λαοδίκης, θυγατρὸς Ἀριαράθου, βασιλέως Καππαδόκων, ἔτη θʹ. καὶ ἔπαθε τότε ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπὶ τῶν αὐτῶν Μακεδόνων, μετὰ τὸ ἐξ ἀρχῆς τεθῆναι θεμέλιον τείχους ὑπὸ Σελεύκου τοῦ Νικάτορος μετὰ ἄλλα ἔτη ρνβʹ, ὥραν ἡμερινὴν ιʹ, μηνὶ 208 περιτίῳ τῷ καὶ φεβρουαρίῳ καʹ. καὶ ἀνενεώθη πᾶσα, καθὼς ∆όμνος ὁ χρονογράφος συνεγράψατο· μετὰ δὲ τὸ πληρωθῆναι τὰ τείχη καὶ τὴν πόλιν πᾶσαν μετὰ ρκβʹ ἔτη ἔπαθε· καὶ βελτίων ἐγένετο. Μετὰ δὲ Ἀντίοχον ἔκγονον τοῦ Γρύπου ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐεργέτης, ὅστις ἐτυραννήθη ὑπὸ Πάρθων καὶ ἐπεστράτευσε κατ' αὐτῶν μεγάλως. καὶ μετὰ τὸ πολλοὺς ἀπολέσθαι Πάρθους εἰς φιλίαν ἦλθον· καὶ ἔλαβε γυναῖκα Ἀντιόχῳ τῷ υἱῷ αὐτοῦ τῷ λεγομένῳ Κυζικηνῷ τὴν θυγατέρα Ἀρσάκους τοῦ Πάρθου τοῦ τυραννήσαντος αὐτὸν ὀνόματι Βριττάνην· καὶ ἐπαύθη ὁ πόλεμος. Μετὰ δὲ Ἀντίοχον τὸν Εὐεργέτην ἐβασίλευσαν ἐκ τοῦ γένους αὐτοῦ ἄλλοι θʹ βασιλεῖς ἕως τῆς βασιλείας Ἀντιόχου τοῦ ∆ιονίκους τοῦ λεπροῦ τοῦ πατρὸς Κλεοπάτρας καὶ Ἀντιοχίδος. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τῶν πρὸ Ἀντιόχου τοῦ ∆ιονίκους τοῦ προειρημένου ἐτυράννησε Ῥωμαίους ὁ βασιλεύς, ἤτοι τοπάρχης, Πύῤῥος ὁ Ἠπειρώτης, λαβὼν χρησμὸν ὅτι ὑπὸ γυναικὸς ἀποθνήσκει. καὶ συμβαλὼν αὐτῷ πόλεμον ὁ Κύριος ὕπατος Ῥωμαίων ἐνίκησεν αὐτόν· καὶ φυγὼν ὁ Πύῤῥος ἦλθε πλησίον πόλεως ἐχρύσης ἔξω τειχῶν οἰκήματα· καὶ ῥίψασα γυνὴ κεραμῖδα κατὰ τῆς κορυφῆς αὐτοῦ ἐφόνευσεν αὐτόν. Μετὰ ταῦτα δὲ ἐγένετο ὕπατος Μάγνος ὁ καὶ Παῦλος ὁ Μακεδών· ὅστις ἐφόνευσεν ἐν πολέμῳ τὸν βασιλέα τῆς Μακεδονίας 209 ὀνόματι Πέρσην, καὶ παραλαβὼν τὴν Μακεδονίαν χώραν ἐποίησεν αὐτὴν ὑπὸ Ῥωμαίους· περὶ οὗ Σαλλούστιος μέμνηται εἰς τὴν Κατελλιναρίαν ἔκθεσιν, μνημονεύων τῆς δημηγορίας τοῦ Καίσαρος. καὶ μετὰ ταῦτα βασιλεύει τῆς ἰδίας χώρας Περσεὺς ὁ Ἠπειρώτης ὁ νεομάχος καὶ τοπάρχης Θεσσαλίας, ὅντινα Περσέα ὠνόμασε τῇ ἰδίᾳ ἐκθέσει Εὐτρόπιος ὁ συγγραφεὺς Ῥωμαίων ἐν τῇ μεταφράσει αὐτοῦ. τούτου δὲ καὶ Παλαίφατος μέμνηται. τὸν δὲ αὐτὸν Περσέα πολέμῳ ἀνεῖλε Λούκιος Παῦλος, ὕπατος Ῥωμαίων. Ἐν οἷς χρόνοις Ἀννιβάλ τις ὀνόματι, ῥὴξ τῶν Ἄφρων, ἐτυράννησε τὴν Ῥώμην ἐπὶ ἔτη εἴκοσιν, ἀβασίλευτον οὖσαν, διοικουμένην δὲ ὑπὸ τῶν ὑπάτων. ὅστις τῆς Ἰταλίας πάσης τὸ πολὺ μέρος ἀπώλεσεν ὑποτάξας πολέμοις, καὶ σφάζει τὸν προειρημένον Παῦλον. καὶ λοιπὸν προεβάλετο ἡ σύγκλητος Ῥώμης ὕπατον δυνατὸν ἐν πᾶσι, μάλιστα δὲ ἐν πολέμοις, τὸν λεγόμενον Σκηπίονα τὸν μέγαν. ὅστις Σκηπίων ἐν ᾧ ἦν διατρίβων ὁ Ἀννιβὰλ ἐν τῇ Ἰταλίᾳ ἔλαβε πλῆθος στρατοῦ καὶ ἀπῆλθεν εἰς τὴν χώραν τοῦ Ἀννιβαάλ, εἰς τὴν Ἀφρικήν, καὶ ἀπώλεσεν αὐτήν, ἐμπρήσας