τὸν κατὰ Θεὸν κτισθέντα ἐν δι καιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Οὔτε γὰρ ὁ ∆αυῒδ λαόν τινα κατ' οὐσίαν κτιζόμενον ἔλεγεν, 26.245 οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παρ' ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατ' οὐσίαν κτιζομέ νους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλ' οὐδὲ ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατ' ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνα καινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Τοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ· Ἔκτισε Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι· τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ἔκτισεν, εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ Γραφῇ κτίσμα, δεί ξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις· Κύριος ἔκτισέ με, ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρη μένων· καὶ λοιπὸν τὸ, ἔκτισε, μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ ∆αυῒδ καὶ τοῦ Παύ λου ἀκούοντες τὸ, ἔκτισεν, οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυρίου ἀκούοντες τὸ, ἔκτισε, τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύ λους ἑπτὰ, τὸν μὲν οἶκον ἀλληγορεῖτε, τὸ δὲ, ἔκτισεν, οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσ ώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέν νημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε. Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τὴν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλαν θρώπως νῦν λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν 26.248 αὐτοῦ· ἴσον τῷ εἰπεῖν· Ὁ Πατὴρ σῶμά μοι κατ ηρτίσατο. καὶ εἰς ἀνθρώπους με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. Καὶ γὰρ ὥσπερ Ἰωάν νου ἀκούοντες, Ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ αὐτὸν ὅλον σάρκα νοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐν δυσάμενον, καὶ γενόμενον ἄνθρωπον· ἀκούοντές τε, Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ, Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρ τίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλ' ὅτι τὴν μὲν καθ' ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ Ἀπόστολος, Ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας· τὰς δὲ ἁμαρτίας ἡμῶν, ὡς μὲν ὁ Ἡσαΐας εἶ πεν, ἐβάστασεν, ὡς δὲ ὁ Πέτρος ἔγραψεν, ἀνή νεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον. Οὕτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ, ἔκτισεν, οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλ' ὅτι τὸ κτιστὸν ἐνεδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρ τίσας, ὡς γέγραπται, σῶμα, ἵν' ἐν αὐτῷ ἀνακαι νισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, εἰπεῖν τὸν κτίστην κτίσμα; Ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ, ἔκτισεν· ἀλλ' οὐ λέ γουσι κτίσμα τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ἔκτισε καὶ τοῦ κτίσματος, τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὸν καὶ δη μιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ, ἔκτισε, λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ὁδῶν ἀρχὴν αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ἔκτισε
66