1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

66

Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευό μενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ (ὅ ἐστι βασιλεὺς εἰρήνης), ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές. αʹ. Βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς Καινῆς καὶ τῆς Παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει, καὶ 63.96 ἀκροβολίζεται, καὶ διακωδωνίζει τὰς ἀκοὰς τῶν ἀκροατῶν καὶ προγυμνάζει. Εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλλετο, εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ· κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ. Εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς τίς εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεύς ἐστι κατὰ τὸν Μελχισεδὲχ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας, καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσι, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαῤῥεῖν· τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἂν εὐ 63.97 κόλως ἀκούσειε. Καὶ ἵνα μάθῃς, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν ὀλιγοψυχίαν. ∆ιὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, καὶ διὰ φοβερῶν, καὶ διὰ χρηστοτέρων, τότε λοιπὸν καθίησιν εἰς τὸν τῆς διαφορᾶς λόγον· καὶ τί φησιν; Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ τὸ δὴ θαυμαστὸν, ἐν τῷ τύπῳ δείκνυσι πολλὴν οὖσαν τὴν διαφοράν. Ὅπερ γὰρ εἶπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν, ἀπὸ τῶν παρελθόντων τὰ ἐνεστῶτα, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Οὗτος γὰρ, φησὶν, ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν· ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ. Θεὶς τὴν διήγησιν πᾶσαν ἐν συντόμῳ, μυστικῶς αὐτὴν ἐθεώρησε· καὶ πρῶτον ἀπὸ τοῦ ὀνόματος· Πρῶτον μὲν, φησὶν, ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης. Καλῶς· Σεδὲχ γὰρ δικαιοσύνη λέγεται. Μελχὶ δὲ βασιλεύς· ἄρα ὁ Μελχισεδὲχ βασιλεὺς δικαιοσύνης ἐστίν. Ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; Τίς δέ ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ' ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ἀπὸ τῆς πόλεως· τουτέστι, βασιλεὺς εἰρήνης· οὕτω γὰρ ἑρμηνεύεται τὸ, Σαλήμ. Ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Τίς δαὶ ἄνθρωπος βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης ἐστίν; Οὐδεὶς ἕτερος, ἀλλ' ἢ μόνος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει λέγων, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἐπειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἐκεῖνος δὲ ἐτεθνήκει, καὶ οὐκ ἐγένετο ἱερεὺς εἰς τὸν αἰῶνα· ὅρα πῶς αὐτὸ τεθεώρηκεν. Ἵνα γὰρ μηδεὶς ἀντεπενέγκῃ λέγων, Καὶ τίς τοῦτο εἴποι ἂν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω· τουτέστιν, οὐκ ἴσμεν ποτὲ τίνα πατέρα ἔσχεν, ἢ τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε. Καὶ τίς τοῦτο, φησί; μὴ γὰρ, ἐπειδὴ ἡμεῖς οὐκ ἴσμεν, οὐκ ἐτελεύτησεν, ἢ οὐκ ἔσχε γονεῖς; Καλῶς λέγεις, καὶ ἐτελεύτησε, καὶ ἔσχε γονεῖς. Πῶς οὖν, Ἀπάτωρ, ἀμήτωρ; πῶς, Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων; Πῶς; τῷ μὴ ἐμφέρεσθαι τῇ Γραφῇ. Καὶ τί τοῦτο; Ὅτι, ὥσπερ οὗτος ἀπάτωρ τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος. βʹ. Ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον. Ὥσπερ τούτου οὐκ ἴσμεν οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι· οὕτως οὐκ ἴσμεν οὐδὲ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. Ἐκεῖνο μὲν γὰρ