1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

66

πρῴην ὁ αὐτὸς Ἀντίοχος. καὶ τῇ ιθʹ τοῦ δαισίου μηνὸς ἐξῆλθεν ἐπὶ τὴν Αἴγυπτον ἀπὸ Ἀντιοχείας ὁ Πομπήιος· καὶ ἐβασίλευσε πάλιν ὁ αὐτὸς Ἀντίοχος ὁ Μακεδὼν ὁ ∆ιονίκους. Ἐν τοῖς αὐτοῖς. οὖν χρόνοις ἦν ὁ Κικέρων καὶ ὁ Σαλλούστιος, οἱ σοφώτατοι Ῥωμαίων ποιηταί. Ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁ ∆ιονίκους μέλλων τελευτᾶν κατέλιπε πάντα τὰ ὑπ' αὐτὸν Ῥωμαίοις μετὰ τῶν ὑπαρχόντων αὐτοῦ. μετὰ οὖν τὴν τελευτὴν Ἀντιόχου τοῦ βασιλέως γέγονεν ἡ Ἀντιόχεια ἡ μεγάλη ὑπὸ Ῥωμαίους καὶ πᾶσα ἡ χώρα τῆς Συρίας 213 καὶ Κιλικίας καὶ ὅσα κατεῖχον οἱ Μακεδόνες. ἐβασίλευσαν οὖν Ἀντιοχείας τῆς μεγάλης ἤτοι τῆς Συρίας καὶ Κιλικίας καὶ ἄλλων χωρῶν οἱ Μακεδόνες ἀπὸ Σελεύκου τοῦ Νικάτορος ἕως οὗ ἐδόθη Ῥωμαίοις ἡ βασιλεία ἔτη σξγʹ. ΛΟΓΟΣ ΕΝΑΤΟΣ ΧΡΟΝΩΝ ΥΠΑΤΩΝ ΡΩΜΗΣ. Τὰ οὖν Ῥωμαίων πράγματα πρῴην διῳκεῖτο ὑπὸ τῶν ὑπάτων ἐπὶ ἔτη υξδʹ ἕως Καίσαρος Ἰουλίου τοῦ δικτάτορος· ὃς οὐκ ἐγεννήθη ἀλλὰ τῆς αὐτοῦ μητρὸς τελευτησάσης τῷ ἐνάτῳ μηνὶ ἀνέκειραν αὐτὴν καὶ ἐξέβαλον αὐτὸν βρέφος· διὸ Καῖσαρ ἐλέγετο· Καῖσαρ γὰρ λέγεται ῥωμαϊστὶ ἡ ἀνατομή. ἀνατραφεὶς δὲ καὶ ἀνδρεῖος γενόμενος προεβλήθη τριομβυράτωρ μετὰ Πομπηίου Μάγνου καὶ Κράσσου· ὑπὸ γὰρ τῶν τριῶν τούτων ἐδιῳκεῖτο τὰ Ῥωμαίων. ὁ δὲ Καῖσαρ ὁ δικτάτωρ μετὰ τὸ φονευθῆναι τὸν Κράσσον, παραληφθέντα ὑπὸ Περσῶν πολέμῳ ἐν τοῖς Περσικοῖς μέρεσιν, ἔμεινε πολεμῶν μετὰ τοῦ πλήθους αὐτοῦ ἐν τοῖς μέρεσι τῆς δύσεως. καὶ διαδεχθεὶς τῆς ὑπατείας, ἤτοι τῆς τριομβυρατορίας, κατὰ δοκιμασίαν τινὰ τῆς συγκλήτου Ῥώμης καὶ Πομ 215 πηίου Μάγνου τοῦ αὐτοῦ πενθεροῦ ὁ αὐτὸς Καῖσαρ Ἰούλιος, λυπηθεὶς ἐτυράννησε Ῥωμαίους· καὶ προτρεψάμενος τοὺς κατὰ Ῥωμαίων πολεμίους ἐπεστράτευσε κατὰ τῆς συγκλήτου Ῥώμης καὶ Πομπηίου Μάγνου. καὶ παραγενόμενος ἐν Ῥώμῃ παραλαμβάνει αὐτήν, ἀνελὼν πάντας τοὺς συγκλητικούς. ὁ δὲ Πομπήιος ἐξελθὼν κατ' αὐτοῦ καὶ ἑωρακὼς ἑαυτὸν μὴ δύνασθαι πολεμῆσαι αὐτῷ, καταλιπὼν τὰ δυτικὰ μέρη ἐπὶ τὴν ἀνατολὴν ἐξώρμησε, βουλόμενος διακρατῆσαι τὰ αὐτὰ μέρη. ὁ οὖν Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ κατὰ αὐθεντίαν ἐγκρατὴς γενόμενος τῆς Ῥώμης καὶ πάντων τῶν δυτικῶν μερῶν, ἐπεστράτευσε κατὰ Πομπηίου Μάγνου· καὶ καταφθάσας αὐτὸν ἀνεῖλεν αὐτὸν εἰς τὴν Αἴγυπτον χώραν, καθὼς περὶ αὐτοῦ ὁ σοφώτατος Λουκανὸς συνεγράψατο. οὗτος οὖν ὁ Καῖσαρ πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαίων μετὰ πολλοῦ φόβου καὶ πάντα ἐξεδίκησεν. οἱ γὰρ Μακεδόνες οἱ μετὰ Σέλευκον τὸν Νικάτορα ἀδρανεῖς ὄντες περιεφρόνησαν τῆς Βαβυλωνίας χώρας, συγχωρήσαντες τοῖς Πέρσαις ποιεῖν ἑαυτοῖς βασιλέα· ὁμοίως δὲ καὶ τοῖς Ἰουδαίοις παρεχώρησαν λαβεῖν ἀπὸ τῆς συγκλήτου Ῥώμης τετραρχίας βασιλείας. Ἐν τοῖς αὐτοῖς οὖν χρόνοις Λίβιος ὁ σοφὸς Ῥωμαίων ὑπῆρχεν ἱστορικός, ὃς ἐξέθετο πολλὰ περὶ Ῥωμαίων. Ὁ δὲ Καῖσαρ Ἰούλιος ὁ δικτάτωρ, ὅ ἐστι μονάρχης, μετὰ ταῦτα τῶν πάντων ἐκράτησεν ἐν ὑπερηφανίᾳ καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ. ὅστις καὶ τὸ βίσεξτον ἐφηῦρε καὶ νόμους Ῥωμαίοις ἔδω 216 κε, καὶ ὑπάτους δὲ αὐτὸς προεβάλλετο καθ' ἕκαστον ἔτος οὓς ἠβούλετο. Ἐν δὲ τῷ αὐτῷ καιρῷ Βεργίλλιος ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο τὴν τοῦ Αἰνείου ἱστορίαν καὶ τῆς ∆ιδὼ τῆς ἐκ Φοινίκης καταγομένης καὶ τὸν δούριον ἵππον καὶ τῆς Τροίης τὴν ἅλωσιν. Καὶ εὐθέως ἐμηνύθη ἡ παρουσία Ἰουλίου Καίσαρος δικτάτορος, ὅ ἐστι μονάρχου, τοῦ τυραννήσαντος καὶ παραλαβόντος τὴν Ῥώμην καὶ φονεύσαντος τὴν σύγκλητον καὶ γενομένου μονάρχου. καὶ κατέφθασε τὸ πρόθεμα ἐν Ἀντιοχείᾳ τῇ πόλει τῇ ιβʹ τοῦ ἀρτεμισίου τοῦ καὶ μαΐου μηνὸς τῆς μετὰ ταῦτα ἐπινεμήσεως. καὶ προετέθη ἐν Ἀντιοχείᾳ ἡ ἐλευθερία αὐτῆς, ὅτε ἐγένετο ὑπὸ Ῥωμαίους,