67
τῇ εἰκάδι τοῦ ἀρτεμισίου μηνὸς πεμφθεῖσα παρὰ τοῦ αὐτοῦ Καίσαρος Ἰουλίου. τὸ οὖν ἤδικτον προετέθη περιέχον οὕτως. Ἐν Ἀντιοχείᾳ τῇ μητροπόλει ἱερᾷ καὶ ἀσύλῳ καὶ αὐτονόμῳ καὶ ἀρχούσῃ καὶ προκαθημένῃ τῆς ἀνατολῆς Ἰούλιος Γάϊος Καῖσαρ καὶ τὰ λοιπά. καὶ εἰσῆλθεν ὁ αὐτὸς Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ ἐν Ἀντιοχείᾳ τῇ κγʹ τοῦ ἀρτεμισίου μηνός· καὶ ἔκτισε βασιλικήν, ἣν ἐκάλεσε τὸ Καισάριον, κατέναντι τοῦ ἱεροῦ τοῦ Ἄρεως τοῦ μετακληθέντος Μακέλλου, στήσας ἐκεῖ στήλην χαλκῆν τῇ τύχῃ Ῥώμης. ἔκτισε δὲ ὡσαύτως καὶ ἄνω εἰς τὴν καλουμένην ἀκρόπολιν εἰς τὸ ὄρος τῆς αὐτῆς Ἀντιοχείας τῆς μεγάλης δημόσιον λουτρὸν τοῖς αὐτοῖς ἀκροπολίταις, ἐνεγκὼν τὸ 217 ὕδωρ ἀπὸ τῶν λεγομένων ὑδάτων τῆς Λαοδικηνῆς ὁδοῦ διὰ τοῦ παρ' αὑτοῦ κτισθέντος ἀγωγοῦ. ἔκτισε δὲ ἐκεῖ ἄνω καὶ μονομάχιον καὶ θέατρον· ἀνενέωσε δὲ καὶ τὸ Πάνθεον, μέλλοντα συμπίπτειν, ἀνεγείρας τὸν βωμόν. Καὶ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἀπελθὼν ἔκτισεν ἐκεῖ ὁ αὐτὸς Καῖσαρ εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ οὗ ἔσχεν ἀπὸ Κλεοπάτρας, ἧς ἐφίλησεν ὡς εὐπρεπῆ οὖσαν· ἥντινα ηὗρεν εἰς τὴν Θηβαΐδα διωχθεῖσαν ὑπὸ τοῦ ἰδίου αὐτῆς ἀδελφοῦ Πτολεμαίου λυπηθέντος πρὸς αὐτήν. ταύτην ὁ Καῖσαρ φθείρας ἔγκυον ἐποίησε· καὶ ἐγέννησεν υἱόν, ὃν ἐπεκάλεσε Καισάριον. εἰς ὄνομα οὖν τοῦ ἰδίου υἱοῦ καὶ τὸ Καισάριον ἔκτισεν ὁ αὐτὸς Ἰούλιος ὁ Καῖσαρ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. καὶ ἐκβαλὼν τὸν ἀδελφὸν αὐτῆς Πτολεμαῖον ἐκ τῆς βασιλείας τῶν Αἰγυπτίων ἔδωκεν αὐτῇ τὴν βασιλείαν Αἰγυπτίων, φονεύσας καὶ τοὺς δύο εὐνούχους τοὺς εἰσάξαντας τὸν Πτολεμαῖον εἰς Θηβαΐδα ἐξορίσαι τὴν Κλεοπάτραν. ὁ δὲ υἱὸς τῆς Κλεοπάτρας καὶ τοῦ αὐτοῦ Καίσαρος ἐτελεύτα μικρός. Ἐν δὲ τῇ Ῥώμῃ ἐλθὼν ὁ αὐτὸς Καῖσαρ ἐσφάγη ὑπὸ τοῦ δευτέρου Βρούτου καὶ ἄλλων μετ' αὐτοῦ συμποιησαμένων συγκλητικῶν ἐπὶ τῆς ὑπατείας Χρυσαυρίκου καὶ Ἀντωνίου τὸ δεύτερον. χρηματίζει οὖν ἡ μεγάλη Ἀντιόχεια κατὰ τιμὴν ἔτος πρῶτον ἀπὸ τοῦ αὐτοῦ Καίσαρος Γαΐου Ἰουλίου. 218 Μετὰ δὲ τὸν Καίσαρα Γάϊον Ἰούλιον ἐπελέξατο ἡ σύγκλητος Ῥώμης τὸν Αὔγουστον Ὀκταβιανὸν τὸν συγγενῆ τοῦ Καίσαρος καὶ τὸν Ἀντώνιον τὸν τοῦ Αὐγούστου γαμβρὸν ἐπ' ἀδελφῇ καὶ τὸν Λέπιδον, καὶ ἐγένοντο οἱ τρεῖς τριομβυράτορες, καὶ αὐτοὶ διῴκουν τὰ Ῥωμαίων πράγματα προβαλλόμενοι κατ' ἔτος ὑπάτους. Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τῆς τριομβυρίας τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, τυραννησάντων τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας τῆς κτισάσης ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ τὴν Φάρον εἰς τὴν νῆσον τὴν λεγομένην Πρωτέως καὶ οὖσαν κατέναντι Ἀλεξανδρείας ἀπὸ μιλίων δύο καὶ προσχωσάσης γῆν καὶ λίθους εἰς τὴν θάλασσαν ἐπὶ τοσοῦτο διάστημα εἰς τὸ βαδίζεσθαι τὴν θάλασσαν ἕως τῆς νήσου αὐτῆς καὶ τῆς Φάρου ὑπὸ ἀνθρώπων καὶ ἀλόγων· ὅπερ φοβερὸν ἐποίησεν ἔργον ἡ αὐτὴ Κλεοπάτρα διὰ ∆εξιφάνους Κνιδίου μηχανικοῦ, ὃς τὴν θάλασσαν ἐποίησε χθόνα. τῆς δὲ τυραννίδος τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας βασιλίσσης αὐτῶν γνωσθείσης Ῥωμαίοις, ἐξῆλθεν ἀπὸ Ῥώμης Ἀντώνιος ὁπλισάμενος κατὰ τῆς Κλεοπάτρας καὶ τῶν Αἰγυπτίων καὶ ἐπὶ τὰ Περσικὰ μέρη, ὅτι ἐτάρασσον τὴν ἀνατολήν. καὶ κατῆλθεν ἐπὶ τὴν Αἴγυπτον μετὰ πολλῆς δυνάμεως στρατευμάτων ὁ Ἀντώνιος· καὶ φθάσας Ἀλεξάνδρειαν τὴν μεγάλην περιεκάθητο πολιορκῶν 219 αὐτήν, δηλώσας τῇ Κλεοπάτρᾳ δοῦναι τὴν πόλιν· ᾔδει γὰρ αὐτὴν πρῴην μετὰ τοῦ Καίσαρος Ἰουλίου ἐπὶ τὴν Αἴγυπτον ἐλθών. ἡ δὲ Κλεοπάτρα ἀντεδήλωσεν αὐτῷ, ὑπονοθεύσασα αὐτόν, ὡς ἐρῶσα αὐτοῦ. ὁ οὖν Ἀντώνιος ἠπατήθη καὶ ἔρωτι βληθεὶς ἐφίλησεν αὐτὴν καὶ ὑπετάγη αὐτῇ. ἦν δὲ κονδοειδὴς ἡ Κλεοπάτρα, εὐπρεπὴς δὲ πάνυ καὶ μυστική. καὶ δεξαμένη τὸν Ἀντώνιον ἐν τῇ πόλει καὶ τὰ πλήθη αὐτοῦ ἐγαμήθη αὐτῷ. καὶ λοιπὸν ὁ αὐτὸς Ἀντώνιος λαβὼν αὐτὴν γυναῖκα ἐτυράννησεν ἅμα αὐτῇ Ῥωμαίους, καὶ καταφρονήσας καὶ ἀποταξάμενος τῇ αὐτοῦ γυναικί, τῇ ἀδελφῇ