1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

68

Λευΐ· τὸ μεῖζον, ὡς ἤθελε, κἀντεῦθεν συνάγων εἰς ὑπερβολήν. Εἶδες πόσον τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲχ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου; Καὶ δείκνυσι τὴν ὑπεροχὴν ἐξουσίᾳ, οὐκ ἀνάγκῃ γεγενημένην. Ἐκεῖνος γὰρ ἔδωκε τὴν δεκάτην, ὅπερ ἐστὶν ἱερέως· οὗτος εὐλόγησεν, ὅπερ ἐστὶ κρείττονος. Αὕτη ἡ ὑπεροχὴ καὶ εἰς τοὺς ἐκγόνους διαβαίνει. Θαυμαστῶς καὶ περιγεγονότως ἔῤῥιψεν ἔξω τὰ Ἰουδαϊκά. ∆ιὰ τοῦτο ἄρα ἔλεγε, Νωθροὶ γεγόνατε, ἐπειδὴ ταῦτα καταβαλέσθαι ἐβούλετο, ὥστε μὴ ἀποσκιρτῆσαι αὐτούς. Τοιαύτη γὰρ ἡ σοφία τοῦ Παύλου· προκατασκευάζων πρῶτον, οὕτως ἐμβάλλει εἰς ἃ βούλεται. ∆υσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόμενον ἐπιμελείας, καὶ πλείονος ἢ τὰ φυτά. Ἐκεῖ μὲν γὰρ φύσις σωμάτων ἐστὶ καὶ γῆς, εἴκουσα ταῖς τῶν γηπόνων χερσίν· ἐνταῦθα δὲ προαίρεσις, πολλὰς δεχομένη μεταβολὰς, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουμένη· ὀξυῤῥεπὴς γὰρ αὕτη πρὸς κακίαν. γʹ. ∆ιὸ χρὴ πάντοτε φυλάττειν ἑαυτοὺς, μήποτε ἀπονυστάξωμεν. Ἰδοὺ γὰρ, φησὶν, οὐ νυστάξει, οὐδὲ ὑπνώσει, ὁ φυλάσσων τὸν Ἰσραήλ· καί· Μὴ δῷς εἰς σάλον τὸν πόδα σου. Οὐκ εἶπε, Μὴ σαλευθῇς, ἀλλὰ, Μὴ δῷς. Ἄρα ἐφ' ἡμῖν τὸ δοῦναι, καὶ οὐκ ἐφ' ἑτέρῳ τινί. Ἂν γὰρ ἐθέλωμεν ἑστάναι ἑδραῖοι καὶ ἀμετακίνητοι, οὐ σαλευθησόμεθα· τῷ γὰρ οὕτως εἰπεῖν, τοῦτο ᾐνίξατο. Τί οὖν; οὐδὲν ἐπὶ τῷ Θεῷ; Πάντα μὲν ἐπὶ τῷ Θεῷ· ἀλλ' οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Εἰ τοίνυν ἐπὶ τῷ Θεῷ, φησὶ, τί ἡμᾶς αἰτιᾶται; ∆ιὰ τοῦτο εἶπον, Οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Ἐφ' ἡμῖν ἐστι τοίνυν, καὶ ἐπ' αὐτῷ· δεῖ γὰρ ἡμᾶς πρῶτον ἑλέσθαι τὰ ἀγαθὰ, καὶ ὅτε ἑλώμεθα ἡμεῖς, τότε καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ εἰσάγει. Οὐ προφθάνει τὰς ἡμετέρας βουλήσεις, ἵνα μὴ λυμήνηται τὸ αὐτεξούσιον ἡμῶν· ὅταν δὲ ἡμεῖς ἑλώμεθα, τότε πολλὴν εἰσάγει τὴν βοήθειαν ἡμῖν. Πῶς οὖν, εἰ καὶ ἐφ' ἡμῖν ἐστιν, ὁ Παῦλός φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ; Πρῶτον μὲν οὐχ ὡς ἰδίαν γνώμην εἰσήγαγεν, ἀλλ' ὡς ἐκ τοῦ προκειμένου αὐτὸ συνήγαγε, καὶ ἐκ τοῦ προβληθέντος. Εἰπὼν γάρ· Γέγραπται· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, ἐπήγαγεν· Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; ∆εύτερον δὲ, ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὗ τὸ πλέον ἐστὶ, τὸ πᾶν φησιν εἶναι. Ἡμῶν γὰρ τὸ προελέσθαι καὶ βουληθῆναι, Θεοῦ δὲ τὸ ἀνύσαι καὶ εἰς τέλος ἀγαγεῖν. Ἐπεὶ οὖν ἐκείνου τὸ πλέον ἐστὶ, τὸ πᾶν ἐκείνου εἶναί φησι, κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην τοῦτο λέγων. Οὕτω γὰρ καὶ ἡμεῖς ποιοῦμεν· οἷόν τι λέγω· Ὁρῶμεν οἰκίαν οἰκοδομουμένην καλῶς, καὶ λέγομεν· Τὸ πᾶν τοῦ τεχνίτου ἐστί· καίτοι γε οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ καὶ τῶν ἐργατῶν, καὶ τοῦ τὴν ὕλην παρασχόντος δεσπότου, καὶ πολλῶν ἑτέρων· 63.100 ἀλλ' ὅμως ἐπειδὴ τὸ πλέον ἐκεῖνος εἰσήνεγκεν, ἐκείνου τὸ πᾶν εἶναι λέγομεν. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἐπὶ πλήθους, ἔνθα μὲν οἱ πολλοὶ, πάντας εἶναί φαμεν· ἔνθα δὲ ὀλίγοι, οὐδένα. Οὕτω καὶ Παῦλος ἐνταῦθά φησι τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Τοῦτο δὲ λέγων, δύο τὰ μέγιστα κατορθοῖ· ἓν μὲν, τὸ μὴ ἐπαίρεσθαι ἐφ' οἷς κατορθοῦμεν· δεύτερον δὲ, τὸ κατορθοῦντας ἀνατιθέναι τῷ Θεῷ τὴν τῶν κατορθουμένων αἰτίαν. Κἂν τρέχῃς τοίνυν, κἂν σπουδάζῃς, φησὶ, μὴ νόμιζε σὸν εἶναι τὸ κατόρθωμα· ἂν γὰρ μὴ τῆς ἄνωθεν τύχῃς ῥοπῆς, πάντα εἰκῆ. Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζομένου μετὰ τῆς ἐκεῖθεν συμμαχίας, εὔδηλόν ἐστιν· ἀλλ' ἂν τρέχῃς καὶ σὺ, ἂν θέλῃς. Οὐ τοῦτο οὖν εἶπεν, ὅτι εἰκῆ τρέχομεν, ἀλλ' ὅτι εἰκῆ τρέχομεν, ἐὰν ἡμέτερον εἶναι τὸ πᾶν νομίζωμεν, ἐὰν μὴ τὸ πλέον ἀπονέμωμεν τῷ Θεῷ. Οὔτε γὰρ αὐτοῦ εἶναι τὸ πᾶν ἠθέλησεν ὁ Θεὸς, ἵνα μὴ δόξῃ εἰκῆ στεφανοῦν ἡμᾶς· οὔτε ἡμῶν πάλιν, ἵνα μὴ εἰς ἀπόνοιαν ἐκπέσωμεν. Εἰ γὰρ τὸ ἔλαττον μέρος ἔχοντες μεγάλα φρονοῦμεν, τί, εἰ τοῦ ὅλου κύριοι ἦμεν; πολλὰ γὰρ ὁ Θεὸς ἐποίησεν ὑπὲρ τοῦ τὴν ἀλαζονείαν ἡμῶν ἐκκόψαι. Καὶ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ, φησί. Πόσοις ἡμᾶς πάθεσι περιέβαλεν, ὥστε ἐκκόψαι ἡμῶν τὸ φρόνημα; πόσοις ἐκύκλωσε θηρίοις;