1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

68

τοῦ Αὐγούστου Ὀκταβιανοῦ, καὶ συναγαγὼν ἄλλο πλῆθος πολύ, προτρεψάμενος δὲ καὶ Πέρσας καὶ πολλὰ αὐτοῖς συνταξάμενος, ποιήσας πλοῖα δρομώνων πολλῶν, καταπλεύσας ἀπὸ Ἀλεξανδρείας ὥρμησε κατὰ Ῥωμαίων μετὰ τῆς Κλεοπάτρας, παραλαβεῖν τὴν αὐτὴν Ῥώμην βουλόμενος, διὰ τῆς λεγομένης Ἠπείρου χώρας, θέλων ἀνελθεῖν ἐν Ῥώμῃ. Καὶ γνωσθείσης τῆς τοιαύτης τυραννίδος Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἐν τῇ Ῥώμῃ, εὐθέως ὁ αὐτὸς Ὀκταβιανὸς ὡπλίσατοκατ' αὐτῶν καὶ διὰ τὴν εὐτέλειαν τῆς αὑτοῦ ἀδελφῆς, ὅτι περιεφρόνησεν αὐτὴν ὁ αὐτὸς Ἀντώνιος. καὶ ἔλαβεν ὁ αὐτὸς Αὔγουστος στρατηγὸν δυνατόν, ἐκ τῆς συγκλήτου ἐπιλεξάμενος, Μάρκον Ἀγρίππαν ὀνόματι, καὶ ἔζευξεν αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Ὀκταβίαν. καὶ ὥρμησεν ἀπὸ τῆς Ῥώμης ἅμα τῷ αὐτῷ Ἀγρίππᾳ στρατηγῷ καὶ στρατιωτικῶν δυνάμεων αὐτοῦ. καὶ φθάσας τὴν Ἤπειρον χώραν εἰς τόπον λεγόμενον Λευκάτην συνέκρουσε 220 τῷ Ἀντωνίῳ καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ναυμαχίας μέγαν, καθὼς Βεργίλλιος ὁ σοφὸς ἐν τῇ αὐτοῦ ἀσπιδοποιίᾳ συνεγράψατο εἰς τὸν ὄγδοον αὐτοῦ λόγον. τὸ δὲ πλῆθος τῶν ἀμφοτέρων στρατευμάτων ἐσκέπασε τὴν γῆν καὶ τὴν θάλασσαν. καὶ ἐσφάγη τοῦ Ἀντωνίου καὶ τῆς Κλεοπάτρας πλῆθος ἐν τῇ ναυμαχίᾳ, ὥστε τὰ ὕδατα τῆς θαλάσσης αἵμασι μιγέντα κυμάτων καὶ μόνον φαίνεσθαι. καὶ νικήσας ὁ Αὔγουστος Ὀκταβιανὸς ἐφόνευσε τὸν Ἀντώνιον, τὴν δὲ Κλεοπάτραν παραλαβὼν καὶ δήσας ἐθριάμβευσε, κελεύσας αὐτὴν φυλαχθῆναι εἰς τὸ ἀνενεγκεῖν ἐν τῇ Ῥώμῃ αἰχμάλωτον καὶ πομπεῦσαι. ἥτις Κλεοπάτρα ἀπεχρήσατο ἑαυτῇ, ἀπὸ ἀσπίδος κρουσθεῖσα ἐτελεύτα· ἐβάσταζε γὰρ ἀσπίδας καὶ ἄλλα ἑρπετὰ εἰς τὰ πλοῖα διὰ τὸν πόλεμον· ὡς φυλάττεται οὖν ὑπὸ στρατιωτῶν, κρύφα δηχθεῖσα ὑπὸ ἀσπίδος τελευτᾷ διὰ τὸ μὴ ζῶσαν αὐτὴν ἀνενεχθῆναι ἐν τῇ Ῥώμῃ. μετὰ δὲ τὴν τελευτὴν αὐτῆς ἀπηνέχθη τὸ λείψανον αὐτῆς ἐν τῇ Ῥώμῃ σμυρνιασθέντα πρὸς θεραπείαν τῆς ἀδελφῆς τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, καθὰ Θεόφιλος ὁ σοφὸς χρονογράφος συνεγράψατο. οἱ δὲ ἐκθέμενοι τὰ πάτρια Ἀλεξανδρείας τῆς μεγάλης τὴν Κλεοπάτραν ἐν Αἰγύπτῳ εἶπαν λειφθεῖσαν, καὶ ἄλλα δέ τινα μὴ συμφωνοῦντα τοῖς Ῥωμαίων συγγραφεῦσι. Μετὰ δὲ τὴν τοιαύτην νίκην ὁ αὐτὸς Αὔγουστος Ὀκταβιανὸς ἅμα Ἀγρίππᾳ τῷ στρατηγῷ καὶ γαμβρῷ αὐτοῦ ἀπὸ τῆς κώμης 221 Ἠπείρου ἐξορμήσας καὶ ἦλθεν ὑποτάξας τὴν Αἰγύπτιον χώραν καὶ θριαμβεύσας τὴν ἑαυτοῦ νίκην. Καὶ κατιὼν μετὰ τοῦ πλήθους αὐτοῦ ὑπέταξε τὰς ἄλλας χώρας, καταλύων τὰς τοπαρχίας αὐτῶν. ἦν δὲ ἐνιαυτῶν ιηʹ, ὅτε τριομβυράτωρ ἐγένετο. ἐκράτησε δὲ ὁ τῆς Αἰγύπτου πόλεμος ἔτη πολλά. Ὁ δὲ Αὔγουστος Ὀκταβιανὸς παρελθὼν τὴν Εὐρώπην πᾶσαν ἐπέρασεν ἀπὸ τοῦ Βυζαντίου ἐπὶ τὴν Χαλκηδόνα πόλιν τῆς Ἀσίας. καὶ ἐποίησεν εὐθέως ἄρχοντα ὃν ἠβουλήθη ἐν τῇ Βιθυνίᾳ ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ὀνόματι Λαῦσον, διαδεξάμενος τὸν ἰθύνοντα τὴν αὐτὴν χώραν ∆ιήναρον τὸν προβληθέντα ὑπὸ τοῦ Καίσαρος τοῦ θείου αὐτοῦ· ἦν γὰρ ἤδη ἡ Βιθυνία ἔχουσα ἄρχοντα· ἐπειδὴ πρὸ αὐτοῦ ὁ Πομπήιος Μάγνος ἦν λαβὼν τὴν αὐτὴν Βιθυνίαν, τελευτήσαντος Νικομήδους τοπαρχοῦντος αὐτήν, τοῦ ὄντος ἐκ τοῦ γένους τῶν Μακεδόνων· ὅστις τελευτῶν εἴασεν αὐτὴν Ῥωμαίοις. Τὴν δὲ Γαλατίαν ὑπέταξεν ὁ αὐτὸς Αὔγουστος ὁ καὶ Ὀκταβιανός, νικήσας ∆ηιόταρον, τετράρχην αὐτῆς· καὶ τειχίσας κώμην τὴν λεγομένην Ἀρσίνην ἐποίησε πόλιν, ἥντινα ἐκάλεσεν Ἄγκυραν διὰ τὸ μέσην αὐτὴν εἶναι δύο θαλασσῶν, τῆς τε Ποντικῆς καὶ τῆς Ἀσιανῆς θαλάσσης. θυσιάσας δὲ κόρην παρθένον ὀνόματι Γρηγορίαν εἰς ἀποκαθαρισμόν, ποιήσας αὐτὴν ἐπαρχίαν, ἐάσας ἐκεῖ Γάλλους στρατιώτας διὰ τὸ φυλάττειν τὴν χώραν καὶ 222 τὴν πόλιν, καλέσας εἰς ὄνομα αὐτῶν καὶ τὴν ἐπαρχίαν καὶ τὸν ποταμὸν Γάλλον. ὁμοίως δὲ καὶ τὴν Λυδίαν καὶ Παμφυλίαν τὰς ἐπαρχίας ἀπὸ τοῦ