69
Καὶ γὰρ ὅταν λέγωσί τινες, Τί τοῦτο; εἰς τί τοῦτο; παρὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτά φασιν. Ἐν τοσούτῳ σε φόβῳ κατέστησε, καὶ οὐδὲ οὕτω ταπεινοφρονεῖς, ἀλλὰ μικρᾶς εὐπραγίας ἂν ἐπιλάβῃ ποτὲ, πρὸς αὐτὸν φθάνεις τὸν οὐρανὸν τῷ φρονήματι. δʹ. ∆ιὰ τοῦτο αἱ τάχισται μεταβολαὶ καὶ μεταπτώσεις, καὶ οὐδὲ οὕτω παιδευόμεθα· διὰ τοῦτο θάνατοι συνεχεῖς καὶ ἄωροι, ἡμεῖς δὲ ὡς ἀθάνατοι φρονοῦμεν, ὡς οὐδέποτε τεθνηξόμενοι· οὕτως ἁρπάζομεν, οὕτω πλεονεκτοῦμεν, ὡς οὐδέποτε δώσοντες λόγον· οὕτως οἰκοδομοῦμεν, ὡς ἐνταῦθα μένοντες ἀεὶ, καὶ οὐδὲ ὁ τοῦ Θεοῦ λόγος καθ' ἑκάστην ἡμέραν ἡμῖν ἐνηχούμενος, οὐδὲ αὐτὰ παιδεύει τὰ πράγματα. Οὐκ ἔστιν ἡμέραν, οὐκ ἔστιν ὥραν εἰπεῖν, ἐν ᾗ μὴ συνεχεῖς ἔστιν ἰδεῖν ἐκφοράς· ἀλλὰ πάντα μάτην, καὶ τῆς σκληρότητος ἡμῶν οὐδὲν καθικνεῖται. Οὐδὲ ἐν ταῖς ἑτέρων συμφοραῖς βελτίους γενέσθαι δυνάμεθα, μᾶλλον δὲ, οὐδὲ θέλομεν· ἀλλ' ὅταν αὐτοὶ μόνοι πενθῶμεν, τότε συστελλόμεθα· κἂν ἀνῇ τὴν χεῖρα ὁ Θεὸς, πάλιν ἡμεῖς τὴν χεῖρα ἐπήραμεν. Οὐδεὶς τὰ ἄνω φρονεῖ, οὐδεὶς καταφρονεῖ τῶν ἐν τῇ γῇ, οὐδεὶς πρὸς τὸν οὐρανὸν ὁρᾷ· ἀλλ' ὥσπερ οἱ χοῖροι κάτω νεύουσι, πρὸς τὴν γαστέρα κύπτοντες, καὶ τῷ βορβόρῳ ἐγκαλινδούμενοι· οὕτω καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, βορβόρῳ χαλεπωτάτῳ ἑαυτοὺς μολύνοντες οὐκ αἰσθάνονται· βέλτιον γὰρ πηλῷ μολύ 63.101 νεσθαι ἀκαθάρτῳ, ἢ ἁμαρτήμασιν. Ὁ μὲν γὰρ ἐκεῖθεν μολυνθεὶς, ἀπενίψατο ἐν βραχεῖ χρόνῳ, καὶ γέγονεν ὅμοιος τῷ μηδὲ ἐμπεσόντι παρὰ τὴν ἀρχὴν εἰς ἐκεῖνο τὸ τέλμα· ὁ δὲ εἰς τὸ βάραθρον τῆς ἁμαρτίας ἐμπεσὼν, ἐδέξατο μολυσμὸν οὐχ ὕδατι καθαιρόμενον, ἀλλὰ πολλοῦ δεόμενον χρόνου, καὶ μετανοίας ἀκριβοῦς, καὶ δακρύων, καὶ κοπετῶν, καὶ πλείονος θρήνου καὶ θερμοτέρου, ἢ ἐπὶ τοῖς φιλτάτοις ἐπιδείκνυσθε. Οὗτος μὲν γὰρ ὁ ῥύπος ἔξωθεν ἡμῖν προσγίνεται· διὸ καὶ ταχέως αὐτὸν ἀποτιθέμεθα· ἐκεῖνος δὲ ἔνδοθεν τίκτεται· διὸ καὶ μόλις αὐτὸν ἀπονιπτόμενοι καθαιρόμεθα. Ἐκ γὰρ τῆς καρδίας, φησὶν, ἐξέρχονται διαλογισμοὶ πονηροὶ, πορνεῖαι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι. ∆ιὸ καὶ ὁ προφήτης ἔλεγε· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· ἕτερος δέ· Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ. Ὁρᾷς ὅτι τὸ κατορθοῦν καὶ ἡμῶν ἐστι καὶ τοῦ Θεοῦ; Καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐκοῦν γενώμεθα καθαροὶ εἰς δύναμιν τὴν ἡμετέραν· ἀποσμήξωμεν ἑαυτῶν τὰ ἁμαρτήματα. Πῶς δὲ ἔστιν ἀποσμῆξαι; Ὁ προφήτης διδάσκει, λέγων, Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Τί ἐστιν, Ἀπέναντι τῶν ὀφθαλμῶν μου; Ἐπειδή τινες εἶναι δοκοῦσιν ἀπόνηροι, ἀλλὰ τοῖς ἀνθρώποις, τῷ δὲ Θεῷ δῆλοι ὄντες τάφοι 63.102 κεκονιαμένοι· διὰ τοῦτό φησιν, Οὕτως ἀφέλετε, ὡς ἐγὼ ὁρῶ. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ταπεινὸν καὶ πένητα δικαιώσατε· καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ, ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὁρᾷς ὅτι προτέρους ἡμᾶς ἑαυτοὺς δεῖ καθαίρειν, καὶ τότε ὁ Θεὸς καθαίρει; Πρῶτον γὰρ εἰπὼν, Λούσασθε, καθαροὶ γένεσθε, τότε ἐπήγαγεν, Ἐγὼ λευκανῶ. Μηδεὶς τοίνυν τῶν εἰς ἐσχάτην κακίαν ἡκόντων, ἀπογινωσκέτω ἑαυτοῦ· κἂν γὰρ εἰς ἕξιν, φησὶν, ἔλθῃς, καὶ σχεδὸν εἰς φύσιν τῆς κακίας αὐτῆς, μὴ φοβηθῇς. ∆ιὰ γὰρ τοῦτο χρώματα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδὸν συνουσιωμένα τοῖς ὑποκειμένοις λαβὼν εἰς τὴν ἐναντίαν αὐτὰ ἔφησε κατάστασιν ἥξειν. Οὐ γὰρ ἁπλῶς πλύνειν ἔφη, ἀλλ' ὡς χιόνα, καὶ ὡς ἔριον λευκαίνειν, ἵνα ἡμῖν χρηστὰς ὑποτείνῃ τὰς ἐλπίδας. Ἄρα μεγάλη τῆς μετανοίας ἡ δύναμις, εἴ γε ὡς χιόνα ἡμᾶς ἐργάζεται, καὶ ὡς ἔριον λευκαίνει, κἂν προλαβοῦσα ἡ ἁμαρτία βάψῃ τὰς ἡμετέρας ψυχάς. Σπουδάσωμεν τοίνυν καθαροὶ γενέσθαι· οὐδὲν φορτικὸν ἐπέταξε· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, φησίν. Ὁρᾷς πανταχοῦ πῶς πολὺς τῷ Θεῷ ὁ τοῦ ἐλέους λόγος, καὶ τῆς τῶν ἀδικουμένων προστασίας; Ταῦτα μετίωμεν τὰ κατορθώματα, καὶ δυνησόμεθα τῇ