1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

70

χάριτι τοῦ Θεοῦ καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν· ὧν πάντας ἡμᾶς ἀξιοῦσθαι γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ ΙΓʹ.

Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερω σύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ

νενομοθέ τητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισε δὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐ δὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. αʹ. Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, φησίν. Εἰπὼν περὶ τοῦ Μελχισεδὲχ, καὶ δείξας ὅσῳ κρείττων ἦν τοῦ Ἀβραὰμ, καὶ πολὺ τὸ διάφορον ἀποφήνας, ἐντεῦθεν ἄρχεται λοιπὸν τῆς διαθήκης αὐτῆς τὸ μέσον ἀποδεικνύναι, καὶ πῶς ἡ μὲν ἀτελὴς, ἡ δὲ τελεία. Καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγματα ἐμβαίνει, ἀλλ' ἀπὸ τῆς ἱερωσύνης τέως μάχεται καὶ τῆς διαθήκης. Τότε γὰρ ταῦτα πιστότερα ἦν τοῖς ἀπίστοις, ὅταν ἀπὸ τῶν ἤδη προειλημμένων καὶ πεπιστευμένων ἡ ἀπόδειξις γίνηται. Ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευῒ καὶ τοῦ Ἀβραὰμ βελτίων ἦν ὁ Μελχισεδὲχ, ἐν τάξει ἱερέων αὐτοῖς γενόμενος. Ἐξ ἑτέρου δὲ πάλιν ἐπιχειρεῖ. Ποίου δὴ τούτου; Τῆς νῦν ἱερωσύνης, καὶ τῆς Ἰουδαϊκῆς. Καὶ θέα μοι συνέσεως ὑπερβολήν· ἀφ' οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τῆς ἱερωσύνης, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν 63.102.30 Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν; ἐκβάλλει δὲ ἐκείνους. Ποιεῖ δὲ τοῦτο ἑαυτὸν εἰσάγων ὥσπερ ἀπό τινος διαπορούμενον, τί δήποτε μὴ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεται, οὕτω τὴν διαπόρησιν λύοντα. Καὶ ἐγὼ, φησὶ, τοῦτο αὐτὸ διαπορῶ, τίνος ἕνεκεν μὴ κατὰ τὴν τάξιν Ἀαρὼν γέγονε. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ τὸ, Τίς ἔτι χρεία, πολλὴν ἔμφασιν ἔχει. Εἰ μὲν οὖν πρώην ὁ Χριστὸς τὸ κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ τὸν Ἀαρών· εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα, ταῦτα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δῆλον ὅτι ὡς ἀτελεστέρων ὄντων ἐκείνων. Θῶμεν γὰρ, φησὶ, τῷ λόγῳ πάντα πεπληρῶσθαι, καὶ μηδὲν ἀτελὲς εἶναι ἐν τῇ ἱερωσύνῃ· τί οὖν ἔδει, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, λέγεσθαι, καὶ οὐ, Κατὰ τὴν τάξιν Ἀαρών; τίνος ἕνεκεν, ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέχ; Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης, φησὶν, ἦν· τουτέστι, τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Εἶπεν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲχ, δεικνὺς ὅτι βελτίων ἡ κατὰ τὴν τάξιν Μελχισεδέχ· πολὺ γὰρ βελτίων ἐκεῖνος. Λοιπὸν δὲ καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ 63.103 Ἀαρὼν δηλονότι ὡς ἀμείνων. Καὶ τί βούλεται τὸ ἑξῆς, Ὁ λαὸς γὰρ, φησὶν, ἐπ' αὐτῇ νενομοθέτητο; τί ἐστιν, Ἐπ' αὐτῇ; Αὐτῇ στοιχεῖ, φησὶ, δι' αὐτῆς ἅπαντα πράττει· οὐκ ἔστιν εἰπεῖν, ὅτι ἑτέροις ἐδόθη. Ὁ λαὸς ἐπ' αὐτῇ νενομοθέτητο· τουτέστι, κέχρηται αὐτῇ καὶ ἐχρήσατο· οὐκ ἔστιν εἰπεῖν ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Ἐπ' αὐτῇ νενομοθέτητο· τουτέστιν, αὐτῇ ἐχρήσατο. Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται· εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι, μᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι. Τοῦτο πρὸς τοὺς λέγοντας· Τί ἔδει καινῆς διαθήκης; Εἶχε μὲν γὰρ καὶ μαρτυρίαν εἰπεῖν ἀπὸ προφητείας· Αὕτη διαθήκη, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· τέως δὲ ἀπὸ τῆς ἱερωσύνης μάχεται. Καὶ ὅρα πῶς ἄνωθεν ταῦτα εἰπεῖν ὤδινεν. Εἶπε· Κατὰ τὴν τάξιν Μελχισεδέχ. Τοῦτο τὴν Ἀαρὼν ἐξέβαλεν· οὐ γὰρ ἂν, Κατὰ τὴν τάξιν