70
συγκλητικὸς ἀνελθὼν μετὰ τοῦ Αὐγούστου ἐν τῇ Ῥώμῃ· καὶ τελευτᾷ καταλιπὼν τὴν πρόσοδον αὐτοῦ τῇ ἰδίᾳ πόλει εἰς τὸ ἐπιτελεῖσθαι ἐν αὐτῇ κατὰ πενταετηρίδα τριάκοντα ἡμέρας τοῦ ὑπερβερεταίου 225 μηνὸς ἀγῶνας ἀκροαμάτων καὶ θυμελικῶν, σκηνικῶν, πάντων καὶ ἀθλητῶν καὶ ἱππικὸν ἀγῶνα. Καὶ κατέφθασεν ἐν Ἀντιοχείᾳ ἐν τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ ὁ γαμβρὸς τοῦ αὐτοῦ Αὐγούστου Ἀγρίππας, καὶ ἐξεχόϊσε τοῦ παλαιοῦ ἱππικοῦ τὰ χώματα ἅπερ εἶχεν ἐκ τῶν πρῴην φόβων· καὶ ἐθεώρησε τὴν πολύτροπον θέαν ὁ αὐτός· καὶ θαυμάσας ἐξῆλθεν ἐκεῖθεν. ἔκτισε δὲ πρῴην τὸ αὐτὸ παλαιὸν ἱππικὸν καὶ τὸ παλαιὸν παλάτιον ἐκ τῶν ἰδίων Κοΐντος δὲ Μαρκιανὸς ῥὴξ Ῥωμαίων, κατελθὼν ἐν Ἀντιοχείᾳ τῆς Συρίας πρὸς Φίλιππον τὸν βαρύπουν τὸν Μακεδόνα τὸν βασιλεύοντα ἐν Ἀντιοχείᾳ τυπῶσαι φόρους διδόναι αὐτὸν Ῥωμαίοις. Ἐγένετο βασιλεὺς Ῥωμαίων πρῶτος καὶ μόνος καὶ ὀργιοφάντης ὁ αὐτὸς θειότατος Αὔγουστος· καὶ ἐχρημάτιζεν ἑαυτὸν οὕτως, Αὔγουστος Καῖσαρ Ὀκταβιανὸς τροπαιοῦχος σεβαστὸς κραταιὸς ἰμπεράτωρ, ὅπερ ἐστὶν αὐτοκράτωρ. καὶ ἐβασίλευσεν ὁ αὐτὸς Αὔγουστος τὰ πάντα ἔτη νςʹ. τῇ δὲ θέᾳ ὑπῆρχε κονδοειδής, λεπτός, ἁπλόθριξ, εὐόφθαλμος, εὔρινος. Ἐν δὲ αὐτοῦ βασιλείᾳ ἔκτισε τὸ ἱερὸν τοῦ ∆ιὸς ἐν τῇ Ῥώμῃ, ἀνανεώσας καὶ τὸ Καπετώλιον, ποιήσας τὰ ἀμφότερα φοβερὰ κτίσματα. 226 Τῷ δὲ λθʹ ἔτει καὶ μηνὶ τῷ δεκάτῳ τῆς βασιλείας αὐτοῦ ἐθέσπισεν ἐκφωνήσας δόγμα ὥστε ἀπογραφῆναι πᾶσαν τὴν ὑπ' αὐτὸν γενομένην γῆν καὶ ἣν πρῴην εἶχον οἱ Ῥωμαῖοι ἐπὶ τῆς ὑπατείας Ἀγρίππου τὸ δεύτερον καὶ ∆ονάτου. καὶ ἀπεγράφη πᾶσα ἡ ὑπὸ Ῥωμαίους γῆ διὰ Εὐμενοῦς καὶ Ἀττάλου συγκλητικῶν Ῥωμαίων. εἶχε γὰρ πολὺν φόβον· ὀργίλος γὰρ ἦν πάνυ. Μετὰ δὲ τὸ διελθεῖν τὸ μαʹ ἔτος καὶ μῆνα τὸν ἕκτον τῆς βασιλείας αὐτοῦ ἐν τῷ δύστρῳ μηνὶ κεʹ, ὥραν ἡμερινὴν δευτέραν, ἡμέρᾳ κυριακῇ εὐηγγελίσατο ἐν Ναζαρὲτ τῇ πόλει ὁ ἀρχάγγελος Γαβριὴλ τὴν ἁγίαν παρθένον καὶ θεοτόκον Μαρίαν ἐν ὑπατείᾳ Κουϊνίου καὶ Λογγίνου, ἡγεμονεύοντος δὲ τῆς Συρίας Οὐτιλλίου τοῦ καὶ προαχθέντος νεωστὶ ὑπὸ τοῦ Αὐγούστου Καίσαρος. ΛΟΓΟΣ Ιʹ. ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΥΓΟΥΣΤΟΥ ΚΑΙ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΘΕΟΥ. Ἐν δὲ τῷ μβʹ ἔτει καὶ μηνὶ τῷ δʹ τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς τῇ πρὸ ηʹ καλανδῶν ἰανουαρίων μηνὶ δεκεμβρίῳ κεʹ, ὥραν ἡμερινὴν ἑβδόμην, ἐν πόλει τῆς Ἰουδαίας ὀνόματι Βηθλεέμ, πλησίον οὖσαν τῆς Ἱερουσαλήμ, ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος μβʹ, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου τοῦ ἀπὸ ὑπάτων, ὑπατεύοντος δὲ τοῦ αὐτοῦ Ὀκταβιανοῦ καὶ Σιλουανοῦ, τοπαρχοῦντος δέ, ἤτοι βασιλεύοντος, τῆς Ἰουδαίας Ἡρώδου τοῦ βασιλέως. Συνάγεται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φαλέκ, υἱοῦ Ἕβερ, ἔτη βφλγʹ,
καὶ ἀπὸ Φαλὲκ ἕως τοῦ μβʹ ἔτους τῆς βασιλείας Αὐγού 228 στου Καίσαρος ἔτη βϠξζʹ, ὡς συνάγεσθαι ἀπὸ Ἀδὰμ τοῦ πρωτοπλάστου ἕως τῆς κατὰ σάρκα γεννήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ μβʹ ἔτους τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου Καίσαρος ἔτη εφʹ. Καὶ λοιπὸν συνανεστράφη ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὁ κύριος ἡμῶν καὶ θεός, ὡς ἐν ταῖς γραφαῖς ἐμφέρεται, ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως καὶ σταυρώσεως ἔτη εφλγʹ. ὁ γὰρ Φαλὲκ κατὰ τὴν προφητικὴν φωνὴν Μωσέως τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς μελλούσης τοῦ Χριστοῦ παρουσίας. ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ ἕκτῃ ἡμέρᾳ ἔπλασεν, ὡς Μωσῆς ἐξέθετο, συντάξας ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ καὶ τοῦτο, «καὶ ἐστὶν ἡ μία ἡμέρα κυρίου