1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

71

Μελχισεδὲχ, εἶπεν, εἰ αὕτη ἀμείνων ἦν. Εἰ τοίνυν ἱερωσύνη εἰσῆκται ἄλλη, δεῖ διαθήκην εἶναι ἑτέραν· οὔτε γὰρ ἱερέα ἔστι διαθήκης χωρὶς εἶναι καὶ νόμων καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι. Εἶτα, ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἂν εἴη μὴ ὢν Λευΐτης, τοῦτο διὰ τῶν ἄνω προκαταβαλὼν, οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ' ἐν παραδρομῇ εἰσάγει αὐτό. Εἶπον, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη· οὐκοῦν καὶ ἡ διαθήκη. Μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· ἔδει γὰρ καὶ τῇ φυλῇ. Πῶς; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, φησί. Τουτέστι, διὰ τοῦτο μετετέθη ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ᾖ ἡ αὐτὴ καὶ βασιλικὴ καὶ ἱερατική. Καὶ θέα τὸ μυστήριον· Πρῶτον μὲν ἦν βασιλικὴ, καὶ νῦν γέγονεν ἱερατική· ὡσπεροῦν καὶ ἐπὶ τοῦ Χριστοῦ· βασιλεὺς μὲν γὰρ ἦν ἀεὶ, ἱερεὺς δὲ γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβεν, ὅτε τὴν θυσίαν προσήγαγεν. Ὁρᾷς τὴν μεταβολήν; Καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα, ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας ἀπαιτούσης, εἰσάγει· Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερωσύνης οὐδὲν Μωϋσῆς ἐλάλησεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἀγώ φημι καὶ οἶδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν αὕτη ἡ φυλὴ, οὐδέ τις ἀπὸ ταύτης ἱεράτευσε· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ· ἀλλὰ τὸ πᾶν μετάθεσίς ἐστιν. Οὕτως ἀναγκαῖον ἦν τὸν νόμον καὶ τὴν παλαιὰν διαθήκην μετατεθῆναι, ὅτι καὶ αὐτὴ ἐνήλλακται ἡ φυλή. Ὁρᾷς πῶς δείκνυσι καὶ ἄλλην διαφορὰν ἀπὸ τῆς ἐναλλαγῆς τῆς φυλῆς; Οὐ μόνον δὲ καὶ ἀπὸ ταύτης δείκνυται ὅσον τὸ διάφορον, ἀλλ' ἤδη καὶ ἀπὸ τοῦ προσώπου, καὶ ἀπὸ τῆς διαθήκης, καὶ ἀπὸ τοῦ τρόπου, καὶ ἀπ' αὐτοῦ τοῦ τύπου. Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. βʹ. Γέγονε, φησὶν, ἱερεὺς, ἀλλ' οὐ κατὰ νόμον σαρκικῆς ἐντολῆς· ὁ γὰρ νόμος ἐκεῖνος τὰ πολλὰ ἄνομος ἦν. Καὶ καλῶς αὐτὸν ἐντολὴν ἐκάλεσε σαρκικήν· πάντα γὰρ ὅσα διωρίζετο σαρκικὰ ἦν. Τὸ γὰρ 63.104 λέγειν, Περίτεμε τὴν σάρκα, χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, περίκειρον τὴν σάρκα, ἐπίδησον τὴν σάρκα, θρέψον τὴν σάρκα, ἄργησον τῇ σαρκί· ταῦτα, εἰπέ μοι, οὐχὶ σαρκικά; Εἰ δὲ θέλεις μαθεῖν καὶ τίνα ἃ ἐπηγγέλλετο ἀγαθὰ, ἄκουε· Πολλὴ ζωὴ, φησὶ, τῇ σαρκὶ, γάλα καὶ μέλι τῇ σαρκὶ, εἰρήνη τῇ σαρκὶ, τρυφὴ τῇ σαρκί. Ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν ὁ Ἀαρών· ὁ μέντοι Μελχισεδὲχ οὐχ οὕτω. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲχ ἀνίσταται ἱερεὺς ἕτερος. Τί ἐστι κατάδηλον; Τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον, ὅσον κρείττων ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε. Τίς; ὁ Μελχισεδὲχ οὗτος; Οὒκ, ἀλλ' ὁ Χριστός. Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ Μελχισεδέχ. Τουτέστιν, οὐ πρόσκαιρος, οὐδὲ πέρας ἔχων, ἀλλὰ, Κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Τοῦτο εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἱερεὺς γέγονε διὰ δυνάμεως ἰδίας καὶ τοῦ Πατρὸς, διὰ ζωῆς ἀπεράντου. Καίτοι οὐκ ἔστιν ἀκόλουθον τοῦτο τῷ, Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Ἀλλὰ κατὰ πνευματικῆς. Ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώματα τῆς σαρκὸς κατὰ δύναμιν ζωῆς· τουτέστιν, ὅτι οἰκείᾳ δυνάμει ζῇ. Εἶπεν, ὅτι νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε πῶς· ζητεῖ λοιπὸν τὴν αἰτίαν· ὃ μάλιστα πάντων πληροφορεῖ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντως εἰδέναι, καὶ εἰς πίστιν πλείονα ἄγει. Τότε γὰρ μᾶλλον πιστεύομεν, ὅταν καὶ τὴν αἰτίαν μάθωμεν, καὶ τὸν λόγον καθ' ὃν γίνεται. Ἀθέτησις μὲν γὰρ γίνεται, φησὶ, προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Ἐνταῦθα ἡμῖν οἱ αἱρετικοὶ ἐπιφύονται λέγοντες· Ἰδοὺ καὶ ὁ Παῦλος πονηρὰν τὴν ἐντολὴν εἴρηκεν. Ἀλλὰ πρόσεχε ἀκριβῶς· οὐκ εἶπε, διὰ τὸ πονηρὸν, οὐδὲ, διὰ τὸ μοχθηρὸν, ἀλλὰ, ∆ιὰ