71
ὡσεὶ χίλια ἔτη,» τῇ δὲ ἕκτῃ ἡμέρᾳ, ὡς προεῖπεν ἡ γραφή, ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, καὶ ὑπέπεσε τῇ ἁμαρτίᾳ ὁ ἄνθρωπος· ὡς δῆλον εἶναι ὅτι οὕτω καὶ τῇ ἕκτῃ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἐφάνη ὁ δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστός, καὶ ἔσωσε τὸν ἄνθρωπον διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως· ἅτινα συνεγράψατο Κλήμης, Θεόφιλος, καὶ Τιμόθεος, οἱ σοφοὶ χρονογράφοι, ὁμοφωνήσαντες. ὁ δὲ θεοφιλέστατος χρονογράφος Εὐσέβιος ὁ Παμφίλου ὁ γενόμενος ἐπίσκοπος Καισαρείας Παλαιστίνης τῇ μὲν ἕκτῃ χιλιάδι τῶν ἐνιαυτῶν λέγει καὶ 229 αὐτὸς φανῆναι τὸν ὅλων σωτῆρα καὶ κύριον Ἰησοῦν Χριστόν, κατὰ τὸν ἀριθμὸν τῶν ἓξ ἡμερῶν τῆς πλάσεως τοῦ Ἀδάμ· πρὸ τοῦ δὲ πληρωθῆναι τὸ ἑξακισχιλιοστὸν ἔτος εἶπεν ὅτι ἐφάνη ἐπὶ τῆς γῆς ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ῥύσασθαι τὸ γένος τῶν ἀνθρώπων· καὶ ἐγεννήθη καὶ ἐνηνθρώπησε, φησί, τῷ εφʹ ἔτει· ἔπαθε καὶ ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἀνελήφθη τῷ εφλγʹ ἔτει. ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἔτει συμφωνοῦσιν ἅπαντες φανῆναι τὸν κύριον· κἂν οὖν πλέον κἂν ἔλασσον, εἰς τὸ ς ἔτος εἶπαν φανῆναι κατὰ τὴν προφητικὴν φωνήν, καὶ μὴ ὁμοφωνοῦσιν ἐκθέμενοι περὶ τὸν ἀριθμὸν τῶν ἐνιαυτῶν, ἐν ἐσχάτοις καιροῖς ἐφάνη, ὡς ἡ θεία γραφὴ σημαίνει. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου Καίσαρος σεβαστοῦ ἔπαθεν ὑπὸ θεομηνίας πόλις τῆς Παλαιστίνης ὀνόματι Σαλαμίνη. ἥντινα πόλιν ἐγείρας ὁ αὐτὸς Αὔγουστος ἐπεκάλεσε ∆ιὸς πόλιν. Ἡρώδης δὲ ὁ τοπάρχης, ἤτοι βασιλεύς, τῆς Ἰουδαίας ἐν αὐτῷ τῷ χρόνῳ ἐδιδάχθη ὅτι κατάσκοποι μάγοι ἀπὸ Περσίδος εἰσῆλθον εἰς τὴν Ἰουδαίαν χώραν· καὶ ἐκέλευσεν αὐτοὺς συσχεθῆναι. ἦλθον γὰρ ἀπὸ τῆς Περσίδος μάγοι, γνόντες, ὡς μυστικοί, διὰ τοῦ φανέντος ἀστέρος τοῦ μηνύσαντος εἰς τὴν ἀνατολὴν τὴν τοῦ σωτῆρος Χριστοῦ ἐνανθρώπησιν, δῶρα φέρον 230 τες αὐτῷ, ὡς βασιλεῖ μεγάλῳ καὶ νικητῇ. οἵτινες εἰς τὴν ἀνατολὴν ἐλθόντες ἐπηρώτων, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; καὶ ἐθρυλήθησαν τοῖς Ἰουδαίοις. οἵτινες μάγοι γνωσθέντες συνεσχέθησαν καὶ εἰσηνέχθησαν τῷ Ἡρώδῃ βασιλεῖ. καὶ ἐπηρώτησεν αὐτούς, ∆ιὰ τί ἐπὶ τὴν Ἰουδαίαν χώραν ἐγένεσθε κατάσκοποι; καὶ ἀνήγαγον αὐτῷ οἱ μάγοι τὸ τοῦ ἀστέρος θαῦμα, καὶ ὅτι μέγας βασιλεὺς ἐγεννήθη τῷ κόσμῳ, καὶ ὅτι δῶρα αὐτῷ ἐνεγκόντες παρεγενόμεθα, ὡς βασιλεῖ μεγάλῳ, προσενέγκαι αὐτῷ ἃ ἐπιφερόμεθα δῶρα, ὡς θεῷ. εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὁ δὲ Ἡρώδης ἀκούσας ταῦτα ἔκθαμβος ἔμεινε, λογιζόμενος ὅτι μετὰ Αὔγουστον Καίσαρα ποίας ἐστὶ δυνάμεως ὁ γεννηθεὶς βασιλεύς. ἦσαν οὖν ἐλθόντες οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐν ὑπατείᾳ Οὐϊνδικίου καὶ Οὐαλερίου. ἠκριβώσατο οὖν παρ' αὐτῶν ὁ Ἡρώδης τὸν χρόνον τοῦ φανέντος ἀστέρος, καὶ εἶπεν αὐτοῖς τοῖς μάγοις ὅτι Ἐὰν εὕρητε αὐτόν, ἐλθόντες ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. καὶ ἀπελθόντες οἱ μάγοι, ὁδηγούμενοι ὑπὸ τοῦ ἀστέρος, οὗ ἑωράκασιν ἐν τῇ ἀνατολῇ, ηὗρον τὸν Ἰησοῦν καὶ τὴν μητέρα αὐτοῦ ἐν Βηθλεὲμ τῇ πόλει. καὶ πεσόντες εἰς τὸ ἔδαφος τῆς γῆς προσεκύνησαν τῷ σωτῆρι Χριστῷ· ἔλεγον γὰρ ἐν ἑαυτοῖς ὅτι τὸν μείζονα αὐτοῦ θεὸν ὑποδεικνύει ἡμῖν οὗτος ὁ ἀστήρ, ὃν ἡμεῖς τιμῶμεν, ὡς θεόν. καὶ προσενέγκαντες αὐτῷ δῶρα ἅπερ ἐβάσταζον, ὡς θεῷ, καὶ 231 χρηματισθέντες, δι' ἄλλης ὁδοῦ, τῆς τοῦ λιμίτου, ἀνῆλθον εἰς τὰ Περσικὰ μέρη, καταφρονήσαντες τοῦ Ἡρώδου βασιλέως. Καὶ ὡς παιχθεὶς ὁ αὐτὸς Ἡρώδης βασιλεὺς ὑπὸ τῶν μάγων ἐθυμώθη· καὶ περιεργασάμενος ἀπὸ τῶν ἀρχιερέων τῶν Ἰουδαίων ποῦ ὁ Χριστὸς γεννᾶται, ἔμαθε. καὶ πέμψας τοὺς στρατιώτας ἔσφαξε πάντα τὰ νήπια ἐν Βηθλεὲμ τῇ πόλει τῆς Ἰουδαίας, καθὼς ἡ θεία λέγει γραφή. καὶ ληφθεὶς εὐθέως ὁ Ἡρώδης πάθει ἀνιάτῳ σκωληκόβρωτος ἐγένετο καὶ ἀπέθανε, καὶ ἐγένετο βασιλεύς, ἤτοι τοπάρχης, τοῦ Ἰουδαικοῦ ἔθνους Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ,