72
τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Καὶ ἀλλαχοῦ δὲ δείκνυσι τὸ ἀσθενές· ὡς ὅταν λέγῃ, Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Οὐκ ἄρα αὕτη ἀσθενὴς, ἀλλ' ἡμεῖς. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. Τί ἐστιν, Οὐδὲν ἐτελείωσεν; Οὐδένα, φησὶ, τέλειον εἰργάσατο παρακουόμενος. Ἄλλως δὲ, οὐδὲ εἰ ἠκούσθη, τέλειον ἐποίησεν ἂν καὶ ἐνάρετον. Τέως δὲ οὐ τοῦτό φησιν ὁ λόγος ἐνταῦθα, ἀλλ' ὅτι οὐδὲν ἴσχυσε· καὶ εἰκότως. Γράμματα γὰρ ἦν κείμενα· Τόδε πρᾶττε, καὶ τόδε μὴ πρᾶττε· ὑποτιθέμενα μόνον, οὐχὶ δὲ καὶ δύναμιν ἐντιθέντα. Ἡ δὲ ἐλπὶς οὐ τοιαύτη. Τί ἐστιν ἀθέτησις; Ἄμειψις, ἐκβολή. Τίνος δὲ ταύτης δηλῶν, ἐπήγαγεν εἰπὼν, Προαγούσης ἐντολῆς; Οὕτω τὸν νόμον καλῶν, διότι ἐκβέβληται διὰ τὸ αὐτοῦ ἀσθενές· προαγόμενον δὲ, τὸ παρελθὸν καὶ παλαιωθὲν διὰ τὴν ἀσθένειαν. Ὥστε ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις. Καὶ δῆλον ἐκ τούτου λοιπὸν, ὅτι ἐκράτει, 63.105 ἀλλὰ κατεφρονήθη, ἐπεὶ μηδὲν ἤνυσεν. Οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; Ὠφέλησε μὲν, καὶ σφόδρα ὠφέλησεν, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους οὐκ ὠφέλησε. Κατὰ τοῦτο τοίνυν λέγει τὸ, Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, καθὸ πάντα τύποι ἦσαν, πάντα σκιὰ, περιτομὴ, θυσία, Σάββατον, ἃ οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον οὕτω γέγονε τὸ τοῦ ὅρκου ἐνταῦθα; Ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς, καὶ ὤμοσεν ὑπὲρ πλείονος πληροφορίας. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Τί ἐστι τοῦτο; Εἶχε καὶ ὁ νόμος ἐλπίδα, φησὶν, ἀλλ' οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες, οὐ γῆν καθέξειν, ἀλλὰ τὸν οὐρανόν· μᾶλλον δὲ, ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐλπίζομεν ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ' αὐτὸν ἥξειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετὰ ἀγγέλων. Καὶ ὅρα πῶς αὐτὰ τίθησι κατὰ μικρόν. Ἐκεῖ μὲν γάρ φησιν· Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ἐνταῦθα δέ· ∆ι' ἧς ἐγγίζομεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας· τί ἐστι, Καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας; Τουτέστιν, οὐ χωρὶς ὅρκου. Ἰδοὺ καὶ ἄλλη διαφορά. Καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες· ὁ δὲ μεθ' ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ∆ύο τίθησι διαφορὰς, ὅτι οὐκ ἔχει τέλος, ὥσπερ ἡ νομικὴ, καὶ ὅτι μεθ' ὁρκωμοσίας· τοῦτο δὲ ποιεῖ ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ὅρκου, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος. Εἰ γὰρ ἐπειδὴ ἀσθενὴς ἦν, φησὶν, ἐκείνη, ἐξεβλήθη· αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκε. Ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως. Πῶς; ∆εικνὺς ὅτι εἷς ἐστι· καὶ οὐκ ἂν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν. Ὥσπερ γὰρ πολλοὶ ἱερεῖς, διὰ τὸ θνητοὶ εἶναι· οὕτως εἷς ὁ εἷς, διὰ τὸ ἀθάνατος εἶναι· Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς, καθότι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι ἱερέα, φησίν· οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ ζῶν ἦν. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. γʹ. Ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα τοῦτό φησιν; Ὅτε ἔδειξεν αὐτὸν ἱερέα, τότε εὐκαίρως λέγει τὸ ἐντυγχάνειν. Ὥστε καὶ ὅταν λέγῃ Παῦλος, Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται, ὅτι ἀρχιερεὺς ὢν ἐντυγχάνει. Ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει, καὶ ζωοποιῶν οὕτως ὡς ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι 63.106 δεῖ, ἐντυγχάνει; ὁ πᾶσαν τὴν κρίσιν ἔχων, πῶς ἐντυγχάνει; ὁ ἀποστέλλων τοὺς ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι, πῶς ἐντυγχάνει; Ὅθεν, φησὶ, καὶ σώζειν δύναται. ∆ιὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει. Ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει