1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

72

ἐν ὑπατείᾳ Λαμία καὶ Σερελλιανοῦ, καθὼς ὁ σοφώτατος Κλήμης ὁ χρονογράφος ἐξέθετο. Ὁ δὲ Αὔγουστος Καῖσαρ Ὀκταβιανὸς τῷ νεʹ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ ὀκτωβρίῳ τῷ καὶ ὑπερβερεταίῳ ἀπῆλθεν εἰς τὸ μαντεῖον· καὶ ποιήσας ἑκατόμβην θυσίαν ἐπηρώτησε, Τίς μετ' ἐμὲ βασιλεύσει τῆς Ῥωμαϊκῆς πολιτείας; καὶ οὐκ ἐδόθη αὐτῷ ἀπόκρισις ἐκ τῆς Πυθίας. καὶ πάλιν ἐποίησεν ἄλλην θυσίαν, καὶ ἐπηρώτησε τὴν Πυθίαν τὸ διὰ τί οὐκ ἐδόθη αὐτῷ ἀπόκρισις, ἀλλὰ σιγᾷ τὸ μαντεῖον. καὶ ἐῤῥέθη αὐτῷ ἀπὸ τῆς Πυθίας ταῦτα. Παῖς Ἑβραῖος κέλεταί με θεὸς μακάρεσσιν ἀνάσσων τόνδε δόμον προλιπεῖν καὶ ἄϊδος αὖθις ἱκέσθαι. 232 καὶ λοιπὸν ἄπιθι ἐκ πρόμων ἡμετέρων. Καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουστος Καῖσαρ, καὶ ἐλθὼν εἰς τὸ Καπετώλιον, ἔκτισεν ἐκεῖ βωμὸν μέγαν, ὑψηλόν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖς γράμμασιν, Ὁ βωμὸς οὗτός ἐστι τοῦ πρωτογόνου θεοῦ· ὅστις βωμός ἐστιν εἰς τὸ Καπετώλιον ἕως τῆς νῦν, καθὼς Τιμόθεος ὁ σοφὸς συνεγράψατο. Ὁ δὲ αὐτὸς Καῖσαρ Ὀκταβιανὸς νόσῳ βληθεὶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησε, γέρων ὢν ἐτῶν οεʹ, ἄπαις καὶ σωφρονήσας ἀπὸ σωματικῆς ἁμαρτίας. ἦν γὰρ μυστικὸς ἀρχιερεὺς καὶ βασιλεύς. Μετὰ δὲ τὴν βασιλείαν Αὐγούστου Καίσαρος ἐπὶ ὑπατείας Σέξτου καὶ Σεκτικιανοῦ ἐβασίλευσε Τιβέριος Καῖσαρ ἔτη κβʹ. ἦν δὲ διμοιριαῖος, γέρων, λεπτακινός, εὐόφθαλμος, μελάγχροος, κονδόθριξ, οὖλος, ὑπόσιμος, φιλοκτίστης. ὅστις ἐπεστράτευσε κατὰ Περσῶν, καὶ μὴ πολεμήσας, ἀλλὰ παρακληθεὶς παρ' αὐτῶν πάκτα εἰρήνης ἐποίησε. Καὶ ἀνιὼν ἐπὶ τὴν Ῥώμην ἦλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ ἔκτισεν ἔξω τῆς πόλεως ἐμβόλους δύο μεγάλους πρὸς τῷ ὄρει τῷ λεγομένῳ Σιλπίῳ, ἔχοντας διαστήματα μιλίων δʹ, ὑπορόφους καὶ πανευπρεπεῖς. καὶ κατὰ ῥύμην κτίσας τετράπυλα διὰ εἰλημάτων, φιλοκαλήσας αὐτὰ μουσώσει καὶ μαρμάροις, καὶ τὴν πλατεῖαν δὲ χαλκουργήμασι καὶ ἀγάλμασι κοσμήσας καὶ τειχίσας τοὺς αὐτοὺς ἐμβόλους καὶ τὸ ὄρος ἀποκλείσας ἔσωθεν, 233 προσεκόλλησε τῷ αὐτῷ τείχει τὸ νέον τῷ παλαιῷ τείχει τῆς πόλεως τῷ ὑπὸ Σελεύκου γενομένῳ, ἀποκλείσας διὰ τοῦ ἰδίου αὐτοῦ τείχους καὶ τὴν ἀκρόπολιν καὶ τὴν Ἰώπολιν. Καὶ ἀνέστησε τῷ αὐτῷ Τιβερίῳ Καίσαρι ἡ βουλὴ καὶ ὁ δῆμος τῶν Ἀντιοχέων στήλην χαλκῆν ὑπεράνω μεγάλου κίονος Θηβαίου ἐν τῇ πλατείᾳ κατὰ τὸ μέσον τῶν ἐμβόλων τῶν ὑπ' αὐτοῦ κτισθέντων. ὅστις τόπος κέκληται ὁ ὀφθαλμὸς τῆς πόλεως, ἔχων καὶ τύπον ἐγγεγλυμμένον ἐν λίθῳ ὀμφαλοῦ. ἥτις στήλη ἵσταται ἕως τῆς νῦν. Ὁ δὲ αὐτὸς Τιβέριος Καῖσαρ μαθὼν ὅτι ὁ Σέλευκος ὁ βασιλεὺς φοβηθεὶς τὰς ῥύσεις τῶν ὑδάτων κατιόντων ἐκ τοῦ ὄρους χειμῶνος καὶ λιμναζόντων, ἀποφυγὼν τὸ ὄρος ἐν τῇ πεδιάδι τὴν πόλιν ἔκτισε, καὶ ἔθηκε τῇ αὑτοῦ στήλῃ κιβώτιον λίθινον, ἐν ᾧ ἐποίησε τέλεσμα δι' Ἀβλάκκωνος, τελεστοῦ καὶ ἱερέως, διὰ τὰς ῥύσεις τοῦ Παρμενίου χειμάῤῥου ποταμοῦ καὶ τῶν κατερχομένων ῥυάκων ἐκ τοῦ ὄρους πρὸς τὸ μὴ βλάπτεσθαι τὸ αὐτὸ μέρος τῆς πόλεως ἢ πορθεῖσθαι τοὺς ὑπ' αὐτοῦ κτισθέντας δύο ἐμβόλους μεγάλους· ὅπερ κιβώτιον λίθινον λέγουσιν εἶναι οἱ Ἀντιοχεῖς πολῖται τὰ ὠνεωκὰ τῆς πόλεως αὐτῶν, διότι ἐξηγόρακε τὸ μέρος αὐτὸ τῆς πόλεως διὰ τῆς ἀσφαλείας τοῦ κτισθέντος παρ' αὐτοῦ τείχους ἐκ τῆς τῶν βαρβάρων Σαρακηνῶν καὶ Περσῶν ἐπιδρομῆς καὶ ἁλώσεως. ᾠκεῖτο γὰρ δίχα τείχους πρῴην 234 τὸ παρὰ τὸ ὄρος μέρος τῆς πόλεως, κτισθὲν ὑπὸ Ἀντιόχου τοῦ ἐπιφανεστάτου βασιλέως· ὅτι καὶ τὸ βουλευτήριον ἔκτισε καὶ ἄλλα ἱερά. ὡσαύτως δὲ καὶ Ἀντίοχος ὁ βασιλεὺς πάλιν ὁ λεγόμενος Φιλάδελφος ἔκτισεν ἔξω τῆς πόλεως πολλά· ὅστις καὶ ἐν ∆άφνῃ ἔκτισεν ἐν τῷ ἄλσει ἱερὰ δύο, Ἀπόλλωνος καὶ Ἀρτέμιδος, στήσας ἐν αὐτοῖς ἀγάλματα δύο χρυσᾶ, παρασχὼν προνόμια τοῖς καταφεύγουσιν ἐκεῖ πρὸς τὸ μὴ ἐκβάλλεσθαί τινα ἐκ τῶν αὐτῶν ἱερῶν. ταῦτα δὲ ἔκτισαν, ὅτε τὰ Μακεδονικὰ βασίλεια ὑπῆρχεν. Ὁ δὲ Τιβέριος Καῖσαρ ἔκτισεν ἐν τῇ αὐτῇ