73
διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, καὶ δύναται πάντων προΐστασθαι. Ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς, εἰ καὶ θαυμαστὸς ἦν, μέχρι τοῦ καιροῦ ἐκείνου ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι· μετὰ δὲ ταῦτα, οὐκέτι· ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ σώζει εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Μυστήριόν τι μέγα αἰνίττεται. Οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ. Πῶς σώζει; Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν, φησίν. Ὁρᾷς ὅσον τὸ ταπεινὸν εἶπε διὰ τὴν ἀνθρωπότητα; οὐ γὰρ ἅπαξ αὐτὸν ἐντυχόντα τούτου τυχεῖν λέγει, ἀλλ' ἀεὶ, καὶ ἡνίκα ἂν δέηται ἐντυγχάνειν ὑπὲρ αὐτῶν· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Οὐ πρὸς τὸ παρὸν μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ. Ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἂν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, αὐτὸς δὲ ἀεὶ δεῖται; τίνος οὖν ἕνεκεν συγκάθηται; Ὁρᾷς ὅτι συγκατάβασίς ἐστι τὸ ταπεινὰ φθέγγεσθαι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲν δείσητε, μηδὲ εἴπητε, Ναὶ, φιλεῖ μὲν ἡμᾶς, καὶ παῤῥησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ' οὐκ ἀεὶ δύναται ζῇν· ἀεὶ γὰρ ζῇ. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; Ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἔχουσαν λέγω, οὐ διαιρῶν, ἀλλὰ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν. Εἶδες τὴν διαφορὰν τοῦ ἀρχιερέως; Ἀνεκεφαλαιώσατο τὰ ἄνω λεχθέντα, ὅτε ἔλεγε· Πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας· τοιοῦτος γὰρ ἡμῖν, φησὶν, ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος. Ἄκακος τί ἐστιν, Ἀπόνηρος, οὐχ ὕπουλος· καὶ ὅτι τοιοῦτος, ἄκουε τοῦ προφήτου λέγοντος· Οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο οὖν ἄν τις περὶ Θεοῦ εἴποι· ὁ δὲ οὐκ αἰσχύνεται λέγων, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὕπουλος, οὐδὲ δολερός; Περὶ μὲν οὖν τοῦ κατὰ σάρκα ἔχοι ἂν λόγον, Ὅσιος, ἀμίαντος· καὶ τοῦτο οὐ περὶ τοῦ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι. Κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία; Καὶ ἡ θυσία. Πῶς; Οὐκ ἔχει, φησὶ, καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. Τοῦτο, ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν. Καὶ τὸ μέσον εἶπε τὸ τοῦ ἱερέως, εἶπε τὸ τῆς διαθήκης, οὐχ ὅλον μὲν, εἶπε δὲ ὅμως· ἐνταῦθα προανακρούεται λοιπὸν καὶ αὐτὴν τὴν θυ 63.107 σίαν. Μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας, ἀεὶ ἱερᾶσθαι νόμιζε· ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν. Ἵνα γὰρ μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν. Ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτω καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ' ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος· οὕτω καὶ λειτουργὸς γενόμενος, οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι. Τοῦτο οὖν αἰνίττεται ἐνταῦθα τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσε μία οὖσα, καὶ ἅπαξ προσενεχθεῖσα, τοσοῦτον ὅσον αἱ πᾶσαι οὐκ ἴσχυσαν. Ἀλλ' οὔπω περὶ τούτου· τοσοῦτον δὲ τέως φησί· Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ. Τοῦτο, ποῖον; Ἀναγκαῖον γὰρ ἔχειν, φησὶ, τὶ καὶ τοῦτον ὃ προσενέγκῃ· οὐ τὸ ὑπὲρ ἑαυτοῦ· πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν ἀναμάρτητος ὤν; ἀλλ' ὑπὲρ τοῦ λαοῦ. Τί λέγεις; καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ, ἀλλ' ἰσχύει τοσοῦτον; Ναὶ, φησίν. Ἵνα γὰρ μὴ νομίσῃς τὸ, Ἐποίησεν ἐφάπαξ, καὶ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τί ἐπάγει· Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν. ∆ιὰ τοῦτο καὶ ἀεὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ὁ μέντοι δυνατὸς ὢν, ὁ μὴ ἔχων ἁμαρτίαν, τίνος ἕνεκεν ὑπὲρ ἑαυτοῦ προσφέρει; Ἄρα οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ λαοῦ προσέφερε· καὶ τοῦτο ἐφάπαξ. Ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. -Τετελειωμένον τί ἐστιν; Ὅρα· Οὐ τίθησι τὰς ἀντιδιαστολὰς ὁ Παῦλος κυρίας· εἰπὼν γὰρ, Ἔχοντας ἀσθένειαν, οὐκ εἶπεν Υἱὸν δυνατὸν, ἀλλὰ τετελειωμένον, τουτέστι,