73
Ἀντιοχείᾳ πόλει ἱερὸν μέγα ∆ιὸς Καπετωλίου. ὁμοίως δὲ ἔκτισεν ὁ αὐτὸς βασιλεὺς καὶ δημόσιον λουτρὸν πλησίον τῆς Ὀλυμπιάδος πηγῆς τῆς κτισθείσης ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος εἰς ὄνομα τῆς αὑτοῦ μητρός· ἔπιε γὰρ ἐκ τοῦ αὐτοῦ ὕδατος Ἀλέξανδρος ἐλθὼν ἐκεῖ καὶ εἶπεν ὅτι Ἔπια γάλα τῆς ἐμῆς μητρός. κεῖται δὲ ἡ πηγὴ παρὰ τὸ ὄρος· ἥντινα ὁ αὐτὸς Τιβέριος ἔσω τοῦ τείχους ἀπέκλεισεν. ἔκτισε δὲ καὶ ἱερὸν τῷ ∆ιονύσῳ πρὸς τῷ ὄρει ὁ αὐτὸς Τιβέριος βασιλεύς, στήσας δύο στήλας μεγάλας τῶν ἐξ Ἀντιόπης γεννηθέντων ∆ιοσκούρων ἔξω τοῦ ναοῦ εἰς τιμὴν αὐτῶν, Ἀμφίονός τε καὶ Ζήθου. ὁ αὐτὸς Τιβέριος καὶ τὸν ποταμὸν τῆς πόλεως τὸν πρῴην λεγόμενον ∆ράκοντα μετεκάλεσεν Ὀρόντην τῇ Ῥωμαϊκῇ λέξει, ὅπερ ἑρμηνεύεται ἀνατολικός. ἔκτισε δὲ καὶ τὸ 235 θέατρον, προσθεὶς ἄλλην ζώνην πρὸς τῷ ὄρει καὶ θυσιάσας κόρην παρθένον Ἀντιγόνην ὀνόματι· ὅθεν θέατρον οὐκ ἐπλήρωσεν εἰς τέλειον. ἔστησε δὲ ἐπάνω τῆς ἀνατολικῆς πόρτας, ἧς αὐτὸς ἔκτισε, στήλην λιθίνην τῇ λυκαίνῃ, τρεφούσῃ τὸν Ῥῶμον καὶ τὸν Ῥῆμον, σημαίνων Ῥωμαῖον εἶναι κτίσμα τοῦ προστεθέντος τείχους τῇ αὐτῇ Ἀντιόχου πόλει. ἔκτισε δὲ καὶ ὄπισθεν τοῦ θεάτρου ἱερὸν τοῦ Πανός. ταῦτα δὲ ∆ομνῖνος ὁ σοφὸς χρονογράφος ἐξέθετο. Ἔκτισε δὲ ὁ αὐτὸς Τιβέριος ἐν τῇ Ἰουδαίᾳ χώρᾳ παρὰ τὴν λίμνην πόλιν, ἥντινα ἐκάλεσε Τιβεριάδα, εὑρηκὼς ἐν τῷ τόπῳ ὕδατα θερμά, κτίσας τῇ πόλει καὶ δημόσιον λουτρὸν μὴ ὑποκαιόμενον, ἀλλ' ἐξ αὐτῶν τῶν θερμῶν παρέχοντα τὴν χρῆσιν τῇ πόλει. ἐποίησε δὲ καὶ τὴν Καππαδοκίαν ὑπὸ Ῥωμαίους μετὰ τὴν τελευτὴν Ἀρχελάου τοῦ τοπάρχου αὐτῆς. Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Τιβερίου ἐμπρησμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ τῆς Συρίας τῷ οβʹ ἔτει τῆς αὐτονομίας αὐτῆς ἐν νυκτί, ἀδήλως καύσας τὸ πλέον μέρος τῆς ἀγορᾶς καὶ τὸ βουλευτήριον καὶ τὸ ἱερὸν τῶν Μουσῶν τὸ κτισθὲν ὑπὸ Ἀντιόχου τοῦ Φιλοπάτορος ἐκ τῶν ἐαθέντων χρημάτων κατὰ διαθήκας ὑπὸ Μάρωνος Ἀντιοχέως, μετοικήσαντος εἰς τὰς Ἀθήνας καὶ κελεύσαντος τότε ἐκ τῶν αὐτοῦ κτισθῆναι τὸ τῶν Μουσῶν ἱε 236 ρὸν καὶ βιβλιοθήκην. ἔκτισε δὲ καὶ ὁ Τιβέριος πόλιν ἐν τῇ Θρᾴκῃ ἄλλην, ἣν ἐκάλεσε Τιβερίαν. Τῷ δὲ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν ὑπατείᾳ Ἀλουανοῦ καὶ Νερούα ἤρξατο ὁ ἅγιος Ἰωάννης ὁ πρόδρομος κηρύσσειν βάπτισμα μετανοίας βαπτίζειν κατὰ τὴν προφητικὴν φωνήν· καὶ ἀπῆλθε πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα. καὶ λοιπὸν ἀρχὴν ἐποιήσατο τοῦ σωτηρίου ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, βαπτισθεὶς ὑπὸ τοῦ αὐτοῦ Ἰωάννου τοῦ προδρόμου, γενόμενος ἐνιαυτῶν περί που λʹ καὶ θαυματουργῶν. ἐβαπτίσθη δὲ ἐν τῷ Ἰορδάνῃ, ποταμῷ τῆς Παλαιστίνης, μηνὶ αὐδηναίῳ τῷ καὶ ἰανουαρίῳ ἕκτῃ, ὥρᾳ νυκτερινῇ ιʹ, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος. ἀπὸ τότε καὶ ὁ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις· καὶ ἀπέτεμεν αὐτὸν Ἡρώδης ὁ βασιλεὺς ὁ Φιλίππου, ὁ τοπαρχῶν, ἤτοι βασιλεύων, τῆς Τραχωνίτιδος χώρας, ἐν Σεβαστῇ πόλει τῇ πρὸ ηʹ καλανδῶν ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου διὰ Ἡρωδιάδα τὴν γυναῖκα αὐτοῦ, ὅτιἔλεγεν αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, καθὼς ἐν ταῖς θείαις ἐμφέρεται γραφαῖς ταῦτα. 237 καὶ λυπούμενος διὰ τὸν Ἰωάννην ὁ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ δεύτερος ὁ Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς πόλεως Σεβαστῆς ἐν Πανεάδι πόλει τῆς Ἰουδαίας. καὶ προσῆλθεν αὐτῷ γυνή τις εὐπορωτάτη, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερονίκη, βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι. καὶ μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν ἐπέδωκε τῷ αὐτῷ Ἡρώδῃ βασιλεῖ, αἰτοῦσα ἀναστῆσαι στήλην τῷ σωτῆρι Χριστῷ ἐν τῇ αὐτῇ πόλει. ἥτις δέησις ἔχει οὕτως. Σεβαστῷ Ἡρώδῃ τοπάρχῃ καὶ θεσμοδότῃ Ἰουδαίων τε καὶ Ἑλλήνων, βασιλεῖ τῆς Τραχωνίτιδος χώρας, ἱκεσίας δεήσεις παρὰ Βερονίκης, ἀξιωματικῆς πόλεως Πανεάδος. δικαιοσύνη καὶ