74
δυνατὸν, ὡς ἂν εἴποι τις· Ὁρᾷς ὅτι τὸ, Υἱὸς, ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; Ἀσθένειαν δὲ ἢ τὴν ἁμαρτίαν φησὶν, ἢ τὸν θάνατον. Τί ἐστιν, Εἰς τὸν αἰῶνα; Οὐ νῦν μόνον ἀναμάρτητον, φησὶν, ἀλλ' ἀεί. Εἰ τοίνυν τέλειός ἐστιν, εἰ μηδέποτε ἁμαρτάνει, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλάκις ὑπὲρ ἡμῶν θυσίας; Ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ τοῦ μὴ προσφέρειν αὐτὸν ὑπὲρ ἑαυτοῦ, τοῦτο ἰσχυρίζεται. Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν ἀρχιερέα, μιμησώμεθα αὐτὸν, καὶ κατ' ἴχνος αὐτοῦ βαίνωμεν. Οὐκ ἔστιν ἄλλη θυσία· μία ἡμᾶς ἐκαθάρισε· μετὰ δὲ τοῦτο πῦρ καὶ γέεννα. Καὶ γὰρ καὶ διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει λέγων, ἕνα ἱερέα, μίαν θυσίαν, ἵνα μή τις, νομίζων πολλὰς εἶναι ἀδεῶς ἁμαρτάνῃ. δʹ. Ὅσοι τοίνυν κατηξιώθημεν τῆς σφραγῖδος, ὅσοι τῆς θυσίας ἀπηλαύσαμεν, ὅσοι τῆς ἀθανάτου τραπέζης μετέσχομεν, μένωμεν φυλάττοντες τὴν εὐγένειαν καὶ τὴν τιμήν· οὐ γὰρ ἀκίνδυνος ἡ ἀπόπτωσις. Ὅσοι δὲ μηδέπω κατηξιώθησαν τούτων, μηδὲ οὗτοι διὰ τοῦτο θαῤῥείτωσαν· ὅταν γάρ τις διὰ τοῦτο ἁμαρτάνῃ, ἵνα τὸ ἅγιον βάπτισμα πρὸς ἐσχάταις λάβῃ ταῖς ἀναπνοαῖς, πολλάκις οὐκ ἐπιτεύξεται. Καὶ, πιστεύσατέ μοι, οὐ φοβῶν ὑμᾶς λέγω, ὃ μέλλω λέγειν· πολλοὺς οἶδα τοῦτο παθόντας ἐγὼ, οἳ προσδοκίᾳ μὲν τοῦ φωτίσματος πολλὰ ἡμάρτανον, πρὸς δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς ἀπῆλθον κενοί. Ὁ γὰρ Θεὸς διὰ τοῦτο τὸ βάπτισμα ἔδωκεν, ἵνα λύσῃ τὰς ἁμαρτίας, οὐχ ἵνα αὐξήσῃ τὰς ἁμαρτίας· εἰ δέ τις τούτῳ κεχρημένος εἴη πρὸς ἄδειαν τοῦ πλείονα ἁμαρτάνειν, ῥᾳθυμίας λοιπὸν τοῦτο γίνεται αἴτιον. Εἰ γὰρ μὴ λουτρὸν ἦν, ἀσφαλέστερον ἔζων ἂν, ὡς οὐκ ἔχοντες ἄφεσιν. Ὁρᾷς ὅτι τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ἡμεῖς ἐσμεν οἱ ποιοῦντες λέγεσθαι; ∆ιὸ, 63.108 παρακαλῶ, καὶ ὑμεῖς οἱ ἀμύητοι νήφετε· μηδεὶς ὡς μισθωτὸς, μηδεὶς ὡς ἀγνώμων, οὕτω μετιέτω τὴν ἀρετὴν, μηδεὶς ὡς βαρὺ καὶ φορτικόν. Μετὰ προθυμίας τοίνυν ταύτην μετέλθωμεν καὶ χαίροντες. Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, οὐκ ἐχρῆν εἶναι ἀγαθόν; ἀλλ' ὅμως κἂν μετὰ μισθοῦ γενώμεθα ἀγαθοί. Πῶς γὰρ οὐκ αἰσχύνη τοῦτο, καὶ μεγίστη κατάγνωσις; Ἐὰν μὴ δῷς μοι μισθὸν, φησὶν, οὐ γίνομαι σώφρων. Οὐκοῦν τολμῶ τι εἰπεῖν; οὐδέποτε ἔσῃ σώφρων, οὐδὲ ὅταν σωφρονῇς, εἴ γε μισθῷ αὐτὸ ποιεῖς· οὐδὲν γὰρ ἡγῇ τὴν ἀρετὴν, εἴ γε μὴ ἐρᾷς αὐτῆς. Ἀλλ' ὁ Θεὸς διὰ τὴν πολλὴν ἡμῶν ἀσθένειαν τέως κἂν μισθοῦ ἠθέλησεν αὐτὴν γενέσθαι· ἡμεῖς δὲ οὐδὲ οὕτω μέτιμεν αὐτήν. Θῶμεν δὲ, εἰ βούλεσθε, ὅτι ἄνθρωπός τις μυρία ἐργασάμενος κακὰ ἄπεισι, καὶ καταξιωθεὶς τοῦ βαπτίσματος (ὅπερ οὐ ταχέως οἶμαι συμβαίνειν), πῶς ἀπελεύσεται ἐκεῖ, εἰπέ μοι; Ὑπὲρ μὲν τῶν εἰργασμένων οὐκ ἐγκαλούμενος, ἀπαῤῥησίαστος δὲ ὢν, εἰκότως. Ὅταν γὰρ ἑκατὸν ἔτη βιώσας, μηδὲν ἀγαθὸν ἔργον ἐπιδείξηται, ἀλλὰ μόνον, ὅτι οὐχ ἥμαρτε, μᾶλλον δὲ μηδὲ τοῦτο, ἀλλ' ὅτι χάριτι μόνῃ διεσώθη, ἑτέρους δὲ ἐστεφανωμένους λαμπροὺς καὶ εὐδοκίμους ἴδῃ· κἂν εἰς γέενναν μὴ ἐμπέσῃ, ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος τὸ πρᾶγμα ποιήσω φανερώτερον, ἔστωσαν δύο στρατιῶται, καὶ ὁ μὲν κλεπτέτω, ἀδικείτω, πλεονεκτείτω· ὁ δὲ μηδὲν τούτων ἐργαζέσθω, ἀλλὰ ἀνδραγαθείτω, μεγάλα κατορθούτω, ἐν πολέμοις τρόπαια ἱστάτω, αἱματτέτω τὴν δεξιάν· εἶτα καιροῦ ἐπιστάντος, ὁ μὲν ἀπὸ τῆς ἀξίας ἐκείνης, ἐν ᾗ καὶ ὁ κλέπτης ἦν, ἀθρόον ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τὴν ἁλουργίδα ἀγέσθω· ἐκεῖνος δὲ ὁ κλέπτης ἐκεῖ μενέτω, ἔνθα ἦν, ἀπὸ δὲ τῆς φιλανθρωπίας μόνον τῆς βασιλικῆς μὴ διδότω δίκην ὧν ἔδρασεν, ἐν μέντοι τῷ ἐσχάτῳ τόπῳ ἔστω, καὶ ὑπὸ τῷ βασιλεῖ ταττέσθω· ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι, ὅταν ἴδῃ τὸν μὲν μετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωμάτων τὴν κορυφὴν, καὶ οὕτω λαμπρὸν γενόμενον, καὶ τῆς οἰκουμένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω μένοντα, καὶ οὐδὲ αὐτὸ τὸ μὴ κολασθῆναι μετὰ τιμῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίας τοῦ βασιλέως; κἂν γὰρ ἀφῇ ὁ βασιλεὺς, καὶ ἐγκλημάτων ἀπαλλάξῃ, ἀλλ' ὅμως αἰσχυνόμενος βιώσεται· οὐ γὰρ δὴ καὶ ἄλλοι αὐτὸν θαυμάσονται. Ἐν γὰρ ταῖς τοιαύταις συγχωρήσεσιν οὐ τοὺς