1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

75

λαμβάνοντας τὰ δῶρα, ἀλλὰ τοὺς διδόντας θαυμάζομεν· καὶ ὅσῳ ἂν μείζονα δῶσι δῶρα, τοσούτῳ μᾶλλον καταισχύνονται οἱ λαμβάνοντες, ὅταν μεγάλα ᾖ αὐτοῖς τὰ ἡμαρτημένα. Ποίοις οὖν ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται ὁ τοιοῦτος τοῖς ἐν τοῖς βασιλείοις οὖσιν, ἐκείνων μυρίους ἱδρῶτας καὶ τραύματα ἐπιδεικνυμένων, αὐτὸς οὐδὲν ἔχων ἐπιδεῖξαι, ἀλλὰ καὶ αὐτὸ τὸ σωθῆναι ἀπὸ μόνης τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔχων; Ὥσπερ γὰρ εἴ τις ἀνδροφόνον, κλέπτην, μοιχὸν μέλλοντα ἀπάγεσθαι ἐξαιτήσαιτο, καὶ κελεύσειεν εἶναι παρὰ τὰ πρόθυρα τῶν βασιλείων, οὐδενὶ δυνήσεται ἀντιβλέψαι ἐκεῖνος λοιπὸν, εἰ καὶ τῆς τιμωρίας ἀπήλλακται· οὕτω δὴ καὶ οὗτος. εʹ. Μὴ γὰρ δὴ, ἐπειδὴ βασίλεια λέγεται, νομίσητε πάντας τῶν αὐτῶν τυγχάνειν. Εἰ γὰρ ἐνταῦθα καὶ ὁ 63.109 ὕπαρχος, καὶ πάντες οἱ περὶ τὸν βασιλέα, καὶ οἱ σφόδρα καταδεέστεροι καὶ τὸν τῶν λεγομένων δεκανῶν τόπον ἐπέχοντες, ἐν τοῖς βασιλείοις εἰσὶ, καίτοι τοσούτου ὄντος τοῦ μέσου τοῦ ὑπάρχου καὶ τοῦ δεκανοῦ· πολλῷ μᾶλλον ἐν τοῖς ἄνω βασιλείοις τοῦτο ἔσται. Καὶ τοῦτο οὐκ ἀπ' ἐμαυτοῦ λέγω· καὶ γὰρ ἑτέραν τούτων μείζονα τίθησι διαφορὰν ὁ Παῦλος. Ὅσαι γὰρ διαφοραὶ, φησὶν, ἀπὸ ἡλίου ἕως σελήνης, καὶ ἀστέρων καὶ τοῦ μικροτάτου ἀστέρος, τοσαῦται καὶ τῶν ἐν τῇ βασιλείᾳ. Καὶ ὅτι πολλῷ πλέον τοῦ δεκανοῦ λεγομένου καὶ τοῦ ὑπάρχου, τοῦ ἡλίου καὶ τοῦ μικροτάτου ἀστέρος τὸ διάφορον, δῆλον ἅπασιν. Ὁ μὲν γὰρ ἥλιος πᾶσαν ὁμοῦ καταλάμπει τὴν οἰκουμένην καὶ φαιδρὰν ποιεῖ, καὶ σελήνην καὶ ἀστέρας ἀποκρύπτει· ὁ δὲ πολλάκις οὐδὲ φαίνεται, καὶ ταῦτα ἐν σκότῳ· πολλοὶ γάρ εἰσι τῶν ἀστέρων, οὓς οὐχ ὁρῶμεν. Ὅταν οὖν ἑτέρους ὁρῶμεν ἡλίους γινομένους, ἡμεῖς δὲ τῶν ἀστέρων τῶν σμικροτάτων τὴν τάξιν ἔχωμεν τῶν οὐδὲ φαινομένων, τίς ἔσται ἡμῖν παραμυθία; Μὴ, παρακαλῶ, μὴ οὕτω νωθεῖς ὦμεν, μὴ οὕτως ἀργοὶ, μὴ πραγματευώμεθα τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν εἰς ῥᾳθυμίαν, ἀλλ' ἐμπορευώμεθα αὐτὴν, καὶ πληθύνωμεν. Κἂν γὰρ κατηχούμενός τις ᾖ, ἀλλὰ τὸν Χριστὸν οἶδεν, ἀλλὰ τὴν πίστιν ἔγνω, ἀλλὰ τῶν θείων ἐπακούει λόγων, ἀλλ' οὐ πόῤῥω ἐστὶ τῆς θείας γνώσεως, οἶδε τὸ θέλημα τοῦ ∆εσπότου αὐτοῦ. Τίνος οὖν ἕνεκεν ἀναβάλλεται; τίνος ἕνεκεν μέλλει καὶ ὑπερτίθεται; Οὐδὲν βίου κρεῖττον καλοῦ, καὶ ἐνταῦθα κἀκεῖ, καὶ ἐπὶ φωτιζομένων καὶ ἐπὶ κατηχουμένων. Τί γὰρ, εἰπέ μοι, φορτικὸν ἐπιτετάγμεθα; Ἔχε, φησὶ, γυναῖκα, καὶ σωφρόνει. Τοῦτο φορτικὸν, εἰπέ μοι; καὶ πῶς, ὅπου γε πολλοὶ καὶ χωρὶς γυναικὸς σωφρονοῦσιν, οὐ Χριστιανοὶ μόνον, ἀλλὰ καὶ Ἕλληνες; Ὃ ὑπερβαίνει τοίνυν ὁ Ἕλλην διὰ κενοδοξίαν, σὺ οὐδὲ τοῦτο τηρεῖς διὰ τὸν φόβον τοῦ Θεοῦ; ∆ίδου, φησὶ, πένησιν ἐκ τῶν ὄντων. Τοῦτο φορτικόν; Ἀλλὰ καὶ ἐνταῦθα κατηγοροῦσιν ἡμῶν Ἕλληνες, ὁλοκλήρους οὐσίας κενώσαντες διὰ κενοδοξίαν μόνην. Μὴ αἰσχρο 63.110 λόγει. Τοῦτο δύσκολον; εἰ γὰρ μὴ ἐπετέτακτο, οὐκ ἔδει αὐτὸ κατορθοῦν, ἵνα μὴ ἄτιμοι φαινώμεθα; ὅτι γὰρ τὸ ἐναντίον δύσκολον, τὸ αἰσχρολογεῖν λέγω, δῆλον ἐξ ὧν αἰδεῖται ἡ ψυχὴ καὶ ἐρυθριᾷ, ἐάν τι τοιοῦτον εἰπεῖν προαχθῇ, καὶ οὐδὲ ἐρεῖ, ἐὰν μὴ τάχα μεθύῃ. ∆ιὰ τί γὰρ ἐπ' ἀγορᾶς καθήμενος, κἂν ἐπὶ οἰκίας τοῦτο ποιῇς, ἐκεῖ οὐ ποιεῖς; ἆρα οὐχὶ διὰ τοὺς παρόντας; διὰ τί ἐπὶ τῆς γυναικός σου ταχέως τὸ αὐτὸ μὴ ποιεῖς; ἆρα οὐχ ἵνα μὴ αὐτὴν ὑβρίσῃς; Ἵνα μὴ ὑβρίσῃς τοίνυν τὴν γυναῖκά σου, οὐ ποιεῖς· τὸν δὲ Θεὸν ὑβρίζων οὐκ ἐρυθριᾷς; πανταχοῦ γὰρ πάρεστι, καὶ πάντα ἀκούει. Μὴ μέθυε, φησί· καλῶς. Τοῦτο γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ οὐ κόλασις; Οὐκ εἶπε, Κατάτεινον τὸ σῶμα, ἀλλὰ τί; Μὴ μέθυε· τουτέστι, μὴ οὕτως αὐτὸ ἐκτραχηλίσῃς, ὡς τῆς ψυχῆς ἀφελέσθαι τὴν ἀρχήν. Τί οὖν; οὐ χρὴ προνοεῖσθαι τοῦ σώματος; Μὴ γένοιτο· οὐ τοῦτο λέγω, ἀλλ' εἰς ἐπιθυμίας αὐτοῦ μὴ προνόει· οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσε λέγων· Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Μὴ ἅρπαζε, φησὶ, τὰ μὴ σὰ, μὴ πλεονέκτει, μὴ ἐπιόρκει. Ποίων πόνων ταῦτα δεῖται; ποίων ἱδρώτων; Μὴ κακηγόρει, φησὶ, μηδὲ συκοφάντει. Ποῖον ἔχει τοῦτο πόνον; Τοὐναντίον μὲν οὖν πόνος. Ὅταν μὲν γὰρ εἴπῃς κακῶς, εὐθέως ἐν κινδύνῳ εἶ, ἐν ὑποψίᾳ, Μὴ ἤκουσε περὶ οὗ εἶπον, ἄν