1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

76

τε μέγας ᾖ, ἄν τε μικρός· ἂν μὲν γὰρ μέγας ᾖ, ἐν ἔργοις κινδυνεύσεις εὐθέως· ἂν δὲ μικρὸς, τοῖς ἴσοις σε ἀμυνεῖται, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέροις· μειζόνως γάρ σε ἐρεῖ κακῶς. Οὐδὲν δύσκολον, οὐδὲν φορτικὸν ἐπιτετάγμεθα, ἂν βουλώμεθα· ἂν δὲ μὴ βουλώμεθα, καὶ τὰ ῥᾷστα φορτικὰ ἡμῖν φανεῖται. Τί τοῦ φαγεῖν ῥᾷον; ἀλλ' ὑπὸ πολλῆς βλακείας πολλοὶ καὶ πρὸς τοῦτο δυσχεραίνουσι· πολλῶν δὲ ἀκούω λεγόντων, ὅτι καὶ τὸ φαγεῖν κάματος. Οὐδὲν τούτων ἔχει κάματον, ἂν θέλῃς· ἐν γὰρ τῷ θέλειν πάντα κεῖται, μετὰ τὴν ἄνωθεν χάριν. Θελήσωμεν οὖν τὰ ἀγαθὰ, ἵνα καὶ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ Ι∆ʹ.

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχο μεν ἀρχιερέα, ὃς ἐκάθισεν

ἐν δεξιᾷ τοῦ θρό νου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθι νῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. αʹ. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁ Παῦλος, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὑτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ' ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἦν. Τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ· εἰπὼν γὰρ ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, ἐπάγει· Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Καίτοι τοῦτο οὐχὶ 63.110 ἱερέως, ἀλλὰ τούτου ᾧ ἱερᾶσθαι ἐκεῖνον χρή. Τῶν ἁγίων λειτουργός. Οὐδὲ λειτουργὸς ἁπλῶς, ἀλλὰ, Τῶν ἁγίων λειτουργός. Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ὁρᾷς τὴν συγκατάβασιν; Οὐχὶ πρὸ μικροῦ διίστη, λέγων· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα; καὶ διὰ τοῦτο οὐδὲ ἀκούουσι· Κάθου ἐκ δεξιῶν μου. Τοῦτο δέ φησιν, ὡς τοῦ καθημένου πάντως οὐκ ὄντος λειτουργοῦ· ὥστε τοῦτο ἀκούει διὰ τὴν σάρκα. Σκηνὴν δὲ ἐνταῦθα τὸν οὐρανὸν λέγει. ∆ιὸ καὶ τὸ διάφορον δεικνὺς πρὸς τὴν Ἰουδαϊκὴν, ἐπάγει λέγων, Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ὅρα πῶς ἦρε τὰς ψυχὰς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τοῦτο εἰπών. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι, ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, Ἰδοὺ, φησὶν, ὁ ἱερεὺς, καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου, καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκεν. Ἀλλ' ἆρα μὴ λόγος ταῦτα, μὴ κόμπος καὶ ψυχαγωγία; Ἀλλὰ διὰ τοῦτο ἐπιστώσατο πρότερον ἀπὸ τοῦ ὅρκου, λοιπὸν δὲ καὶ ἀπὸ τῆς σκηνῆς. Ἦν μὲν οὖν καὶ αὕτη δήλη ἡ 63.111 διαφορά· οὗτος δὲ καὶ ἑτέραν ἐπινοεῖ· Ἣν ἔπηξεν ὁ Κύριος, φησὶ, καὶ οὐκ ἄνθρωπος. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες κινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα. Κεφάλαιον δὲ, φησὶν, ἐπὶ τοῖς λεγομένοις. Κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται. Πάλιν κατάγει τὸν λόγον· εἰπὼν τὸ ὑψηλὸν, ἀδεῶς φθέγγεται λοιπὸν τὰ ταπεινά. Εἶτα, ἵνα μάθῃς ὅτι τὸ, Λειτουργὸς, περὶ τῆς ἀνθρωπότητος εἴρηται, ὅρα πῶς πάλιν ἐπισημαίνεται· Πᾶς γὰρ ἀρχιερεὺς, φησὶν, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Μὴ, ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὕθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ, τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. ∆ιὰ τοῦτο αὐτὸ λιπαίνει, καὶ τούτῳ πλέον ἐνδιατρίβει· δέδοικε γὰρ μὴ ἐκεῖνο ἀνατρέψῃ. ∆ιὰ τοῦτο πάλιν ἐπὶ τοῦτο κατάγει τὸν λόγον, ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανεν, ἱερεὺς ὤν. Ἱερεὺς δὲ χωρὶς θυσίας οὐκ ἔστι· δεῖ τοίνυν καὶ τοῦτον ἔχειν θυσίαν. Ἄλλως δὲ, εἰπὼν ὅτι ἄνω ἐστὶ, λέγει καὶ δείκνυσιν, ὅτι ἱερεύς ἐστι πάντοθεν, ἀπὸ τοῦ Μελχισεδὲχ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίαν. Ἐκ τούτου λοιπὸν καὶ ἀναγκαῖον ἄλλον πλέκει συλλογισμόν. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, φησὶν, οὐδ' ἂν ἦν