1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

76

πόλει καὶ τοῖς ζήσασι πολίταις. καὶ ἔκτισεν ἐκεῖ δημόσιον λουτρόν, πλησίον τοῦ ὄρους Γαΐου Καίσαρος, πέμψας ἀπὸ Ῥώμης ἐν αὐτῇ Ἀντιοχείᾳ, ἵνα κτίσῃ τὸ δημόσιον λουτρόν, Σαλιανὸν ἔπαρχον· ὅστις καὶ ἀγωγὸν ἐποίησε μέγαν ἀπὸ ∆άφνης γλύψας τὸ ὄρος καὶ ἀγαγὼν τὰ ὕδατα ἐν τῷ κτισθέντι παρ' αὐτοῦ δημοσίῳ λουτρῷ. ἔκτισε δὲ καὶ ἱερά. Ἀπέστειλε δὲ ὁ αὐτὸς Γάϊος Καῖσαρ καὶ δύο συγκλητικοὺς ἄλλους πάλιν ἀπὸ Ῥώμης πλουσιωτάτους, ὧντινων τὰ ὀνόματα 244 ταῦτα, Πόντοος καὶ Οὐάριος, ἐπὶ τὸ καὶ φυλάττειν τὴν πόλιν καὶ κτίσαι αὐτὴν ἐκ τῶν φιλοτιμηθέντων ὑπὸ τοῦ αὐτοῦ βασιλέως, ὡσαύτως δὲ καὶ ἐκ τῶν ἰδίων αὐτῶν παρασχεῖν τῇ αὐτῇ πόλει καὶ οἰκεῖν ἐν αὐτῇ. οἵτινες πολλὰ πάνυ οἰκήματα ἐκ τῶν ἰδίων ἔκτισαν· πρὸς δὲ τοῖς οἰκήμασι καὶ ἄλλα πάλιν ἔκτισαν οἱ αὐτοὶ συγκλητικοὶ ἐν τῇ αὐτῇ Ἀντιόχου πόλει ἐκ τῶν ἰδίων αὐτῶν χρημάτων, δημόσιον λουτρὸν μέγα τὸ λεγόμενον Οὐάριον κάτω παρὰ τὸ τεῖχος πλησίον τοῦ ποταμοῦ, ἔνθα καὶ τὰ οἰκήματα αὐτῶν ἔκτισαν πλησίον τοῦ δημοσίου, καὶ Τρίνυμφον εὐπρεπέστατον πάνυ, κοσμήσαντες αὐτὸ ἀγάλμασιν εἰς τὸ γαμοστολεῖσθαι τὰς πολίτιδας παρθένους πάσας. καὶ ἐκ τῶν δὲ φιλοτιμηθέντων ἀνήγειραν πολλὰ κτίσματα ἐν αὐτῇ τῶν Ἀντιοχέων πόλει· καὶ ἔμειναν οἰκοῦντες ἐν αὐτῇ τῇ πόλει οἱ αὐτοὶ συγκλητικοί. καὶ τοὺς ὑπολειφθέντας δὲ κτήτορας ἀξίαις ἐτίμησεν ὁ αὐτὸς Γάϊος Καῖσαρ. Ἀπὸ δὲ τοῦ πρώτου ἔτους Γαΐου Καίσαρος παῤῥησίαν λαβὸν παρ' αὐτοῦ τὸ Πράσινον μέρος ἐδημοκράτησεν ἐν τῇ Ῥώμῃ καὶ κατὰ πόλιν ἐπὶ ἔτη γʹ ἄχρι τῆς βασιλείας αὐτοῦ· ἔχαιρε γὰρ αὐτοῖς. τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔκραξαν ἐν Ἀντιοχείᾳ τῆς Συρίας οἱ ἐκ Βενέτου μέρους τῆς αὐτῆς πόλεως τοῖς αὐτόθι Πρασίνοις ἐν τῷ θεάτρῳ, Καιρὸς ἀνάγει καὶ κατάγει, Πράσινοι μάχοι, θεωροῦντος τότε τοῦ Προνοΐου, ἄρχοντος ὑπατικοῦ. καὶ ἐγένετο δημοτικὴ ἀταξία μεγάλη καὶ συμφορὰ τῇ πόλει συνέβη· οἱ γὰρ Ἀντιοχεῖς Ἕλληνες μετὰ τῶν αὐτόθι Ἰουδαίων συμβαλόντες δημοτικὴν μάχην ἐφόνευσαν πολλοὺς Ἰου 245 δαίους καὶ τὰς συναγωγὰς αὐτῶν ἔκαυσαν. καὶ ἀκούσας ἐν Παλαιστίνῃ ὁ ἱερεὺς τῶν αὐτῶν Ἰουδαίων ὀνόματι Φινεές, συναθροίσας πλῆθος Ἰουδαίων καὶ Γαλιλαίων, πολιτῶν ὄντων, ὡς λʹ χιλιάδας ἔχων μεθ' ἑαυτοῦ ἦλθεν ἐξαίφνης ἐν τῇ αὐτῇ Ἀντιόχου πόλει ἀπὸ Τιβεριάδος πόλεως· καὶ ἐφόνευσεν πολλούς, ὡς ἅπαξ αἰφνίδιον εἰσελθὼν μετὰ ὡπλισμένων ἀνδρῶν· καὶ ἐάσας πάλιν ἀπῆλθεν ἐν Τιβεριάδι ὁ αὐτὸς Φινεές. καὶ ταῦτα μαθὼν ὁ βασιλεὺς Γάϊος ἠγανάκτησε κατὰ τῶν συγκλητικῶν τῶν ὄντων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ πόλει Ποντόου καὶ Οὐαρίου, καὶ πέμψας ἐδήμευσεν αὐτοὺς ἐπαίρων πᾶσαν τὴν περιουσίαν αὐτῶν καὶ τοὺς διαφέροντας αὐτοῖς ἐν Ἀντιοχείᾳ οἴκους ἐτίτλωσεν, ἅτινα οἰκήματα ἐκλήθη τὰ βασιλικὰ ἐξ ἐκείνου ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ τῆς Συρίας, ἀγαγὼν καὶ αὐτοὺς σιδηροδεσμίους, διότι οὔτε τὴν ταραχὴν τῆς πόλεως ἔπαυσαν οὔτε τῷ ἱερεῖ Φινεὲς πορθοῦντι τὴν πόλιν ἀντέστησαν. Ἔπεμψε δὲ καὶ ἐν Τιβεριάδι πόλει τῆς Παλαιστίνης, καὶ παρέλαβε τὸν αὐτὸν Φινεές, ἱερέα τῶν Ἰουδαίων, καὶ ἀπεκεφάλισεν αὐτὸν ὡς τύραννον, καὶ πολλοὺς Ἰουδαίους καὶ Γαλιλαίους ἀπώλεσε. καὶ τὴν κεφαλὴν δὲ τοῦ ἱερέως Φινεὲς ἐκόντευσεν ἔξω τῆς πόλεως Ἀντιοχείας πέραν τοῦ Ὀρέντου ποταμοῦ, καὶ τὰ καυθέντα ἐν τῇ πόλει ἀνενέωσε πέμψας χρήματα. Καὶ ἐν αὐτῷ τῷ ἔτει ἐσφάγη ὁ αὐτὸς Γάϊος βασιλεὺς ἔσω ἐν 246 τῷ παλατίῳ ὑπὸ τῶν ἰδίων σπαθαρίων τῶν κουβικουλαρίων εὐνούχων κατὰ γνώμην τῆς συγκλήτου, ὢν ἐτῶν λθʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαΐου Καίσαρος ἐβασίλευσε Κλαύδιος Καῖσαρ ὁ Γερμανικὸς ἐπὶ τῆς ὑπατείας Κασίου καὶ Σόλωνος. ἐβασίλευσε δὲ ὁ αὐτὸς Κλαύδιος Καῖσαρ ἔτη ιδʹ καὶ μῆνας θʹ. ἦν δὲ κονδοειδής, εὔογκος, γλαυκόφθαλμος, μιξοπόλιος, λευκός, μάκροψις, γαληνότατος. ἔκτισε δὲ πόλιν, ἣν ἐκάλεσεν εἰς ἴδιον