1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

78

βουλευταὶ τοὺς τῆς πόλεως πάντας, ὡς ἂν ἕτοιμοι ὄντες ἐνδοῦναι αὐτοῖς ἐν τῷ τέως τὴν τῶν Ὀλυμπίων ἑορτὴν ἐπιτελεῖσθαι αὐτοῖς. καὶ πεισθέντων τῶν κτητόρων καὶ τοῦ δήμου παντὸς καὶ τῶν ἱερέων, ἐνεδόθη αὐτοῖς· καὶ ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι κατὰ τὸ πρῴην ἔθος πάλιν τὸν τῶν σκηνικῶν καὶ ἀθλητῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἱππικῶν ἀγῶνα, καὶ λοιπὸν τὰς λʹ ἡμέρας ἀπὸ τῆς νεομηνίας τοῦ ὑπερβερεταίου μηνὸς κατὰ πέντε ἔτη ἕως τοῦ καιροῦ τοῦ πενταετοῦς φθάσαντος. Καὶ πάλιν εὑρίσκοντες ἀφορμὴν εὔλογον οἱ αὐτοὶ πολιτευόμενοι, διαφόρων πολέμων κινηθέντων ἐν τῇ ἀνατολῇ, οὐ μὴν ἀλλὰ καὶ τῆς αὐτῆς πόλεως Ἀντιοχείας ληφθείσης ὑπὸ ἐναντίων, ὡσαύτως δὲ καὶ θεομηνίας γενομένης καὶ διαφόρων σεισμῶν καὶ ἐμπρησμῶν, ἀνεβάλοντο καὶ τὴν κατὰ πενταετῆ χρόνον πάλιν ἐπιτελεῖν αὐτοῖς πολύτροπον ἀγῶνος θέαν, ἀλλ' ἐπετέλεσαν ἄλλας διαφόρους περιόδους ἓξ τὴν αὐτὴν προειρημένην πανήγυριν δι' ἐνιαυτῶν ιεʹ ἢ καὶ κʹ, ὡς ἐὰν αὐτοῖς ἔδοξε μετὰ τὸ τὴν πόλιν τῶν Ἀντιοχέων τῶν κακῶν ἀπαλλαγῆναι καὶ ἐν εἰρήνῃ διάγειν. 250 Τῷ δὲ ιγʹ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος ἔπαθεν ὑπὸ θεομηνίας ἡ Κρήτη νῆσος πᾶσα· ἐν οἷς χρόνοις ηὑρέθη ἐν τῷ μνήματι τοῦ ∆ίκτυος ἐν κασσιτερίνῳ κιβωτίῳ ἡ ἔκθεσις τοῦ Τρωικοῦ πολέμου μετὰ ἀληθείας παρ' αὐτοῦ συγγραφεῖσα πᾶσα. ἔκειτο δὲ προσκέφαλα τοῦ λειψάνου τοῦ ∆ίκτυος· καὶ νομίσαντες τὸ αὐτὸ κιβώτιον θησαυρὸν εἶναι προσήνεγκαν αὐτὸ τῷ βασιλεῖ Κλαυδίῳ· καὶ ἐκέλευσε μετὰ τὸ ἀνοῖξαι καὶ γνῶναι τί ἐστι μεταγραφῆναι αὐτὰ καὶ ἐν τῇ δημοσίᾳ βιβλιοθήκῃ ἀποτεθῆναι αὐτά. Καὶ ἐτελεύτα ὁ Κλαύδιος πολλὰ ἐν τῇ Κρήτῃ χαρισάμενος εἰς ἐπανόρθωσιν. ἐτελεύτησεν οὖν ὁ αὐτὸς Κλαύδιος ἰδίῳ θανάτῳ ἐν τῷ παλατίῳ, ἀῤῥωστήσας ἡμέρας δύο, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Κλαυδίου Καίσαρος ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς ὑπατείας Σιλουανοῦ καὶ Ἀντωνίνου· ὅστις ἐβασίλευσεν ἔτη ιγʹ καὶ μῆνας δύο. ἦν δὲ μακρός, λεπτός, εὔμορφος, εὔρινος, ἀνθηροπρόσωπος, μεγαλόφθαλμος, ἁπλόθριξ, ὁλοπόλιος, δασυπώγων, εὔτακτος. ἢ μόνον δὲ ἐβασίλευσε ἐξεζήτησε τὰ περὶ τοῦ Ἰησοῦ· καὶ ἀγνοήσας ὅτι ἐσταυρώθη ἐζήτησεν αὐτὸν ἀνενέγκαι ἐν Ῥώμῃ, ὡς φιλόσοφον μέγαν καὶ θαύματα ποιοῦντα· ἤκουσε γὰρ πρὸ τοῦ βασιλεῦσαι περὶ αὐτοῦ τοιαῦτα. θέλων δὲ ἐπερωτῆσαι αὐτόν τινα ἐζήτει ἀναγάγαι αὐτόν. ἦν γὰρ ὁ αὐτὸς Νέρων βασιλεὺς τοῦ δόγματος τῶν λεγομέ 251 νων Ἐπικουρείων, ὅ ἐστι τῶν αὐτοματιστῶν τῶν λεγόντων ἀπρονόητα εἶναι τὰ πάντα. καὶ μαθὼν ὁ αὐτὸς βασιλεὺς Νέρων ὅτι πρὸ πολλοῦ χρόνου ἐσταύρωσαν αὐτὸν οἱ Ἰουδαῖοι ζήλῳ φερόμενοι καὶ μόνον ἐν μηδενὶ μεμφθέντα, ἠγανάκτησε· καὶ ἐκέλευσε, καὶ ἀνηνέχθησαν ἐν τῇ Ῥώμῃ διὰ Μαξίμου ὅ τε Ἄννας καὶ Καϊάφας. καὶ Πιλᾶτον δὲ οἰκοῦντα τὴν Παλαιστίνην μετὰ διαδοχὰς τῆς ἀρχῆς αὐτοῦ ἀνήγαγε διὰ Μάξιμον. πολλὰ δὲ εἰπόντες περὶ τοῦ Πιλάτου κακὰ οἱ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἐδίδασκον καὶ τοῦτο, ὅτι Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν. καὶ πολλοῖς παρασχόντες χρήματα οἱ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν κατορθώσαντες ἀπελύθησαν. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ αὐτοῦ Νέρωνος ὁ ἅγιος Παῦλος ἀπῆλθεν ἐν Ἀθήναις τῇ πόλει τῆς Ἑλλάδος· καὶ ηὗρενἐκεῖ φιλόσοφον ὀνόματι ∆ιονύσιον τὸν Ἀρεοπαγίτην τὸν Ἀθηναῖον τὸν περιβόητον, βρύοντα φιλοσοφίας διδάγματα· ὃς ἐξέθετο περὶ τοῦ ἡλίου ὅτι ἀπὸ τῆς ἀποῤῥοίας τοῦ φωτὸς τοῦ θεοῦ ἐστι, καὶ ἄλλα τινὰ εἰπὼν περὶ τοῦ δημιουργήματος. ὅντινα ἑωρακὼς ὁ ἅγιος Παῦλος προσηγόρευσε, καὶ ἐπηρώτα τὸν ἅγιον Παῦλον ὁ ∆ιονύσιος, Τίνα κηρύσσεις θεόν, σπερμολόγε; καὶ ἀκούσας τοῦ ἁγίου Παύλου ὁ αὐτὸς ∆ιονύσιος διδάσκοντος αὐτὸν προσέπεσεν αὐτῷ, αἰτῶν αὐτὸν φωτισθῆναι καὶ γενέσθαι χριστιανόν. καὶ βαπτίσας αὐτὸν ὁ ἅγιος Παῦλος ἐποίησε χριστιανόν. καὶ ἑωρα 252 κὼς ὁ ἅγιος Παῦλος τὸ θερμὸν