79
οὖν ἔλαβεν αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν; Ὁρᾷς πῶς βεβίασται τὸ σόν; Ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἂν λέγοιτο. Ἄλλως δὲ, οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ, Ἔσται καινὸς ὁ οὐρανός. ∆ιὰ τί γὰρ μὴ, λέγων ἐν τῷ ∆ευτερονομίῳ, ὅτι Ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός; Καὶ μὴν διὰ τοῦτό φησιν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν. Τοῦτο ἐγὼ δείκνυμι, δι' ὧν φησι· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ πάλιν· Τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν, φησίν. Ἐνταῦθα δείκνυσιν, ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ, καὶ πνευματικῶν. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τουτέστιν, Οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον. Καὶ πάλιν, Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἐν τῷ λέγειν καινὴν, φησὶ, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὅρα τὸ κρυπτόμενον, ὅπως ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν. Ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τοῦτο εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἂν καὶ τοῦτο τὸ μετὰ ταῦτα καινὸν ἐκάλεσεν. Ὥστε πλέον τι διδοὺς καὶ ἕτερον, Ἐπαλαιώθη, φησίν. Οὐκοῦν καταλύεται καὶ ἀπόλλυται καὶ οὐκέτι ἐστί. Λαβὼν παρὰ τοῦ προφήτου τὴν παῤῥησίαν, μᾶλλον αὐτοῦ καθάπτεται συμφερόντως, δεικνὺς ὅτι τὰ ἡμέτερα νῦν ἀνθεῖ· τουτέστιν, ἔδειξεν οὖσαν παλαιάν. Εἶτα λαβὼν τὸ τῆς παλαιᾶς ὄνομα, καὶ ἕτερον παρ' ἑαυτοῦ προσθεὶς τὸ τοῦ γήρως, τὸ λειπόμενον ἀπὸ τῶν ἄλλων ἔλαβε, καί φησιν· Ἐγγὺς ἀφανισμοῦ. Οὐκ ἄρα ἁπλῶς κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ' ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον. ∆ιὰ τοῦτο ἔλεγε, ∆ιὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ, Οὐδὲν ἐτελείωσεν ὁ νόμος, καὶ ὅτι, Εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Ἄμεμπτος τί ἐστι; Χρήσιμος, ἰσχυρά. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐγκλημάτων δεῖξαι ὑπεύθυνον, ἀλλ' ὡς οὐκ ἀρκοῦσαν, ἰδιωτικώτερον ἐφθέγξατο· ὡς ἄν τις εἴποι· Οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλάττωμα, σαθρά ἐστιν· οὐκ ἔστιν ἄμεμπτον τὸ ἱμάτιον, τουτέστι, λοιπὸν διαῤῥεῖ. 63.115 Οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθά φησιν, ἀλλ' ὡς ἔχον τὸ αἰτίαμα καὶ ἐλάττωμα. δʹ. Οὕτω δὴ καὶ ἡμεῖς καινοί ἐσμεν, μᾶλλον δὲ καινοὶ ἐγενόμεθα· νῦν δὲ πεπαλαιώμεθα· διὰ τοῦτο ἐγγύς ἐσμεν ἀφανισμοῦ καὶ ἀπωλείας. Ἀλλ', ἂν ἐθέλωμεν, ἔστιν ἀποξῦσαι τοῦτο τὸ γῆρας. Λουτρῷ μὲν οὖν οὐκέτι δυνατὸν, μετανοίᾳ δὲ ἐνταῦθα δυνατόν. Εἴ τι παλαιὸν ἐν ἡμῖν, ῥίψωμεν· εἴ τις ῥυτὶς, εἴ τις κηλὶς, εἴ τις σπῖλος, ἀπονιψώμεθα, καὶ καλοὶ γενώμεθα, ἵνα ἐπιθυμήσῃ ὁ βασιλεὺς τοῦ κάλλους ἡμῶν. Ἔξεστι καὶ πρὸς ἐσχάτην δυσείδειαν καταπεσόντας ἀνακτήσασθαι τὸ κάλλος ἐκεῖνο, περὶ οὗ φησιν ὁ ∆αυΐδ· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Καὶ μὴν ἡ λήθη κάλλος οὐ ποιεῖ, κάλλος τὸ ψυχικόν. Λήθη ποία; Ἡ τῶν ἁμαρτιῶν. Πρὸς γὰρ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν διαλέγεται, παραινῶν αὐτῇ τῶν πατρῴων μὴ μνησθῆναι, τουτέστι, τῶν εἰδώλοις θυόντων· ἀπὸ γὰρ τῶν τοιούτων συνῆκται. Καὶ οὐκ εἶπε, Μὴ μετέλθῃς αὐτά· ἀλλ', ὃ πλέον ἐστὶ, Μηδὲ εἰς νοῦν λάβῃς· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· καὶ πάλιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Οὔπω τοῦτο μεγάλη ἀρετή· μᾶλλον δὲ μεγάλη μὲν, ἀλλ' οὐ τοιαύτη. Ἐκεῖ γὰρ τί φησιν; Οὐκ εἶπεν, Οὐ μὴ λαλήσῃς τὰ τῶν πατέρων, ἀλλὰ, Μηδὲ ἀναμνησθῇς αὐτῶν, μηδὲ εἰς νοῦν λάβῃς. Ὁρᾷς πόσον ἡμᾶς διάστημα τῆς κακίας ἀπέχειν βούλεται; Ὁ γὰρ μὴ μεμνημένος, οὐ λογιεῖται· ὁ δὲ μὴ λογιζόμενος, οὐδὲ φθέγγεται· ὁ δὲ μὴ φθεγγόμενος, οὐδὲ πράξει. Ὁρᾷς πρὸ πόσων ἀπετείχισεν ἡμᾶς ὁδῶν, πρὸ πόσων