79
τῆς πίστεως τοῦ αὐτοῦ ∆ιονυσίου ἐποίησεν αὐτὸν ἐπίσκοπον ἐν τῇ χώρᾳ ἐκείνῃ· ὅστις ∆ιονύσιος ὁ ἀπὸ φιλοσόφων καὶ βίβλους καθ' Ἑλλήνων ἐξέθετο. ὁ δὲ ἅγιος Παῦλος ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Νέρωνος ἀνῆλθεν ἐν Ῥώμῃ Σίμων τις ὀνόματι Αἰγύπτιος μάγος, ποιῶν διὰ γοητείας φαντασίας τινὰς καὶ λέγων ἑαυτὸν Χριστόν. ἀκούσας δὲ ὁ ἅγιος Πέτρος ὁ ἀπόστολος περὶ αὐτοῦ ἀνήρχετο ἐν τῇ Ῥώμῃ. ἐν τῷ δὲ ἀνιέναι αὐτὸν ἐν τῇ Ῥώμῃ διερχομένου αὐτοῦ δι' Ἀντιοχείας τῆς μεγάλης συνέβη τελευτῆσαι Εὔοδον τὸν ἐπίσκοπον καὶ πατριάρχην Ἀντιοχείας· καὶ ἔλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἀντιοχείας τῆς μεγάλης Ἰγνάτιος, τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος. συνέβη δὲ ἐν τοῖς αὐτοῖς χρόνοις τελευτῆσαι καὶ Μάρκον τὸν ἀπόστολον ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἐπίσκοπον ὄντα ἐκεῖ καὶ πατριάρχην. καὶ παρέλαβε τὴν ἐπισκοπὴν παρ' αὐτοῦ Ἀνιανός, μαθητὴς αὐτοῦ, καθὼς ὁ σοφὸς Θεόφιλος ὁ χρονογράφος συνεγράψατο. Καταφθάσαντος δὲ τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου τὴν Ῥώμην καὶ μαθόντος ποῦ μένει Σίμων ὁ μάγος, ἀπῆλθε πρὸς αὐτὸν ἔνθα κατέμεινε· καὶ ηὗρεν ἐκεῖ κύνα μέγαν ἐν τῷ πυλεῶνι ποιμενικόν, ὅπου κατέμεινε Σίμων ὁ μάγος, ἁλύσεσι δεδεμένον, ὅντινα ὁ Σίμων διὰ τὸν Πέτρον καὶ τοὺς θέλοντας ἀνιέναι πρὸς αὐτὸν ἐδέσμησεν εἰς τὸ μηδένα ὡς ἔτυχεν δίχα τοῦ τὸν Σίμωνα κελεύειν τῷ κυνὶ καὶ συγχωρεῖν τὸν κύνα παριέναι, οὓς ἠβούλετο ὁ Σίμων· καὶ τοῦτο ἦν πρῴην θαῦμα τῷ μέλλοντι ἀνιέναι πρὸς 253 τὸν αὐτὸν Σίμωνα. ὁ δὲ Πέτρος ἑωρακὼς τὸν κύνα οὕτω μέγαν καὶ φοβερόν, καὶ μαθὼν παρὰ τῶν ἑστηκότων ἔξω τοῦ αὐτοῦ πυλῶνος ὅτι εἰ μὴ κελεύσει ὁ Σίμων τῷ κυνί, οὐ συγχωρεῖ ὁ αὐτὸς κύων τινὰ ἀνελθεῖν, ἀλλ' ἐπερχόμενος φονεύει τὸν πλησιάζοντα αὐτῷ· κρατήσας οὖν ὁ Πέτρος τὴν ἅλυσιν τοῦ κυνὸς ἔλυσεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἄνελθε πρὸς Σίμωνα καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ, Πέτρος ὁ δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου ἀνελθεῖν θέλει. ὁ δὲ αὐτὸς κύων ἀνῆλθεν εὐθέως δρομαίως· καὶ ἐν τῷ ἐκεῖνον διδάσκειν τινὰ μαγικὰ πλανήματα ἔστη ἐν μέσῳ ὁ κύων καὶ ἀνθρωπίνῃ φωνῇ λέγει τῷ Σίμωνι, Πέτρος ὁ δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου ἀνελθεῖν θέλει πρός σε. οἱ δὲ ἀκούσαντες τοῦ κυνὸς λαλοῦντος ἀνθρωπίνῃ φωνῇ, ἐθαύμασαν λέγοντες, Τίς ἐστι Πέτρος ἢ ἡ δύναμις αὐτοῦ Πέτρου οὗ εἶπεν ὁ κύων, ὅτι ἐποίησε τὸν κύνα ἀνθρωπιστὶ λαλῆσαι καὶ ποιῆσαι αὐτῷ τὴν ἀπόκρισιν. καὶ λέγει ὁ Σίμων τοῖς ἑστῶσι καὶ θαυμάζουσι τὸν Πέτρον τοῖς ἀνθρώποις, Τοῦτο ὑμᾶς μὴ ξενίσῃ· ἰδοὺ γὰρ κἀγὼ λέγω αὐτῷ τῷ κυνὶ τῇ αὐτῇ ἀνθρωπίνῃ φωνῇ ἀπόκρισιν αὐτῷ κατενέγκαι. καὶ λέγει ὁ Σίμων τῷ κυνί, Κελεύω σοι ἀπελθεῖν καὶ εἰπεῖν τῷ Πέτρῳ ἀνθρωπίνῃ φωνῇ ὅτι εἶπεν ὁ Σίμων, Ἄνελθε. καὶ ἀνῆλθε πρὸς τὸν Σίμωνα ὁ Πέτρος καὶ συνέβαλε μετὰ Σίμωνος τοῦ Αἰγυπτίου, ποιῶν καὶ αὐτὸς θαυμάσια· καὶ ἐνίκησε τὸν Σίμωνα τὸν μάγον ποιῶν ἰάσεις. καὶ ἐπίστευσαν τῷ Πέτρῳ πολλοὶ καὶ ἐφωτίσθησαν. 254 Καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ μεγάλη καὶ θρύλος ἕνεκεν τοῦ Σίμωνος καὶ τοῦ Πέτρου, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαύματα. καὶ ἀκούσας τὴν ταραχὴν Ἀγρίππας ὁ ἔπαρχος, ἀνήγαγε τῷ βασιλεῖ Νέρωνι ὅτι εἰσί τινες ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει θαύματα ποιοῦντες κατέναντι ἀλλήλων, καὶ ὁ μὲν εἷς λέγει αὑτὸν Χριστόν, ὁ δὲ ἕτερος λέγει, Οὐκ ἔστιν αὐτός, ἀλλὰ μάγος ἐστίν· ἐγὼ γὰρ τοῦ Χριστοῦ μαθητής εἰμι. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Νέρων εἰσαχθῆναι πρὸς αὐτὸν τὸν Σίμωνα καὶ τὸν Πέτρον, καὶ τὸν Πιλᾶτον δὲ ἀχθῆναι ἀπὸ τοῦ δεσμωτηρίου. καὶ εἰσηνέχθησαν πρὸς τὸν βασιλέα· καὶ ἐπηρώτησε τὸν Σίμωνα ὁ Νέρων, λέγων, Σὺ εἶ ὃν λέγουσιν οἱ ἄνθρωποι εἶναι Χριστόν; ὁ δὲ εἶπε, Ναί. καὶ ἐπηρώτησε καὶ τὸν Πέτρον ὁ Νέρων λέγων, Ἀκριβῶς οὗτός ἐστιν ὁ Χριστός; ὁ δὲ Πέτρος ἔφη, Οὐκ ἔστιν αὐτός· ἐγὼ γὰρ ἐκείνου μαθητής εἰμι, καὶ ἐπ' ἐμοῦ