80
εἰς τοὺς οὐρανοὺς ἀνελήφθη. καὶ καλέσας τὸν Πιλᾶτον εἶπεν αὐτῷ περὶ τοῦ Σίμωνος ὅτι Οὗτός ἐστιν ὃν ἐξέδωκας εἰς τὸ σταυρωθῆναι; καὶ προσεσχηκὼς αὐτῷ ὁ Πιλᾶτος εἶπεν, Οὐκ ἔστιν αὐτός· οὗτος γὰρ καὶ καρηκομόων ἐστὶ καὶ περιπληθής. περὶ δὲ τοῦ Πέτρου ἐπηρώτησεν αὐτόν, Τοῦτον δὲ μαθητὴν αὐτοῦ οἶδας; ὁ δὲ εἶπε, Ναί. εἰσήγαγον γάρ μοι αὐτόν, ὡς μαθητὴν αὐτοῦ, καὶ ἐπηρώτησα αὐτόν, καὶ ἠρνήσατο λέγων μὴ εἶναι αὐτοῦ μαθητής· καὶ ἀπέλυσα αὐτόν. καὶ λοιπὸν Νέρων, ὡς ψευσαμένου τοῦ Σίμωνος καὶ εἰπόντος ἑαυτὸν Χριστόν, ὅπερ οὐκ ἦν, καὶ τοῦ Πέτρου πάλιν 255 ἐλεγχθέντος ὑπὸ τοῦ Πιλάτου καὶ ἀρνησαμένου τὸν Χριστόν, ἐκέλευσε, καὶ ἐξεβλήθησαν ἀμφότεροι ἐκ τοῦ παλατίου. Καὶ διῆγον ἐν τῇ Ῥώμῃ ποιοῦντες θαύματα ἀπέναντι ἀλλήλων· καὶ ὁ μὲν Σίμων ὁ μάγος ἀχθέντος ταύρου μεγάλου εἶπεν εἰς τὸ ὠτίον αὐτοῦ λόγον, καὶ εὐθέως ὁ ταῦρος ἀπέθανε καὶ ἐθαυμάζετο ὁ Σίμων. ὁ δὲ Πέτρος εὐθέως εὐξάμενος ἐπὶ πάντων ἐποίησεν ἀναζῆσαι τὸν ταῦρον· καὶ ἀπεδόθη τῷ ἰδίῳ δεσπότῃ ὁ αὐτὸς ταῦρος. καὶ πάντες ἐπῄνουν τὸν Πέτρον, λέγοντες ὅτι τὸ ποιῆσαι τεθνεῶτα ζῆσαι μεῖζόν ἐστι θαῦμα. καὶ ἄλλα δὲ πολλὰ ἐποίησαν σημεῖα κατέναντι ἀλλήλων, ἅτινα ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων συγγέγραπται. ὁ δὲ ἀπόστολος Πέτρος δι' εὐχῆς αὐτοῦ ἐφόνευσε τὸν Σίμωνα τὸν μάγον θελήσαντα ἀναληφθῆναι. εἶπε γὰρ ὁ Σίμων τῷ Πέτρῳ ὅτι εἶπεν ὅτι Χριστὸς ὁ θεός σου ἀνελήφθη. ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι. καὶ εἶδεν αὐτὸν ὁ Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης· καὶ ηὔξατο ὁ Πέτρος καὶ κατηνέχθη Σίμων ὁ μάγος ἐκ τοῦ ἀέρος εἰς τὴν γῆν ἐπὶ τὴν πλατεῖαν καὶ ἐψόφησε. καὶ τὸ λείψανον αὐτοῦ κεῖται ἐκεῖ ἕως ἄρτι ὅπου ἔπεσε, καὶ ἔχει πέριξ κάγκελλον λίθινον· καὶ ἀκούει ὁ τόπος ἐκεῖνος ἔκτοτε τὸ Σιμώνιον. Ἀκούσας δὲ Νέρων ὁ βασιλεὺς ὅτι ἐφονεύθη ὑπὸ τοῦ Πέτρου ὁ Σίμων, ἠγανάκτησε· καὶ ἐκέλευσεν αὐτὸν συσχεθέντα ἀποθα 256 νεῖν. καὶ ἢ μόνον ἐκρατήθη ὁ ἅγιος Πέτρος, ἐπέδωκε τὸ ἔνδυμα τῆς ἐπισκοπῆς Ῥώμης Λίνῳ ὀνόματι, μαθητῇ αὐτοῦ· ἠκολούθει γὰρ αὐτῷ ὅτε ἐκρατήθη. ὁ δὲ αὐτὸς ἅγιος Πέτρος γέρων ὑπῆρχε τῇ ἡλικίᾳ διμοιριαῖος, ἀναφάλας, κονδόθριξ, ὁλοπόλιος τὴν κάραν καὶ τὸ γένειον, λευκός, ὑπόχλωρος, οἰνοπαὴς τοὺς ὀφθαλμούς, εὐπώγων, μακρόρινος, σύνοφρυς, ἀνακαθήμενος, φρόνιμος, ὀξύχολος, εὐμετάβλητος, δειλός, φθεγγόμενος ὑπὸ πνεύματος ἁγίου καὶ θαυματουργῶν. Καὶ ἐγένετο μετὰ τὸν ἅγιον Πέτρον τὸν ἐπίσκοπον, ἤτοι πατριάρχην, Ῥώμης ὀνόματι Λίνος, καθὼς ὁ σοφὸς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησεν. Ὁ δὲ ἅγιος Πέτρος ὁ ἀπόστολος ἐμαρτύρησε σταυρωθεὶς κατακέφαλα, τοῦ αὐτοῦ ἀποστόλου ὁρκώσαντος τοῦτο τὸν ἔπαρχον ὅτι Μὴ ὡς ὁ κύριός μου σταυρωθῶ. καὶ ἐτελειώθη ὁ ἅγιος Πέτρος ἐπὶ τῆς ὑπατείας Ἀπρωνιανοῦ καὶ Καπίτωνος. Ὁμοίως δὲ καὶ κατὰ τοῦ Πιλάτου ἠγανάκτησεν ὁ αὐτὸς βασιλεὺς Νέρων, καὶ ἐκέλευσεν αὐτὸν ἀποκεφαλισθῆναι, λέγων, ∆ιὰ τί ἐξέδωκε τὸν δεσπότην Χριστὸν τοῖς Ἰουδαίοις, ἄνδρα ἄμεμπτον καὶ δυνάμεις ποιοῦντα; εἰ γὰρ ὁ αὐτοῦ μαθητὴς τοιαῦτα θαυμάσια ἐποίει, ὁποῖος ὑπῆρχεν ἐκεῖνος δυνατός; Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας κατέφθασεν εὐθέως ἐν τῇ Ῥώμῃ καὶ ὁ ἅγιος Παῦλος πεμφθεὶς ἀπὸ τῆς Ἰουδαίας χώρας παραστά 257 σιμος· καὶ ἐμαρτύρησε καὶ αὐτὸς ἀποτμηθεὶς τὴν κεφαλὴν τῇ πρὸ γʹ καλανδῶν ἰουλίων ἐπὶ τῆς ὑπατείας Νέρωνος καὶ Λεντούλου. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Νέρων τὰ σώματα τῶν ἁγίων ἀποστόλων ταφῇ μὴ παραδοθῆναι ἀλλ' ἄταφα μεῖναι. ὑπῆρχε δὲ ὁ Παῦλος ἔτι περιὼν τῇ ἡλικίᾳ κονδοειδής, φαλακρός, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, εὔρινος, ὑπόγλαυκος, σύνοφρυς, λευκόχρους, ἀνθηροπρόσωπος, εὐπώγων, ὑπογελῶντα ἔχων τὸν χαρακτῆρα, φρόνιμος, ἠθικός, εὐόμιλος, γλυκύς, ὑπὸ πνεύματος ἁγίου ἐνθουσιαζόμενος καὶ ἰώμενος. Ἔπεμψε δὲ κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὁ