81
ΟΜΙΛΙΑ ΙΕʹ. Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ
γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγο μένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμ μένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιά ζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. αʹ. Ἔδειξεν ἀπὸ τοῦ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἔμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν καὶ ἀπ' αὐτῆς τῆς σκηνῆς τοῦ σχήματος. Πῶς; Ἅγια λέγων, καὶ Ἅγια ἁγίων. Τὰ μὲν οὖνἅγια τοῦ προτέρου καιροῦ σύμβολά ἐστιν· ἐκεῖ γὰρ διὰ θυσιῶν πάντα γίνεται· τὰ δὲ Ἅγια τῶν ἁγίων, τούτου τοῦ νῦν ἐνεστῶτος· λέγει δὲ Ἅγια ἁγίων τὸν οὐρανὸν, τὸ αὐτὸ δὲ καὶ καταπέτασμα τοῦ οὐρανοῦ, καὶ τὴν σάρκα εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, τουτέστι, διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ. Καλὸν δὲ ἄνωθεν τοῦτο τὸ χωρίον ἀναλαβόντας εἰπεῖν. Τί οὖν φησιν; Εἶχε μὲν οὖν καὶ ἡ πρώτη. Ἡ πρώτη τίς; Ἡ διαθήκη. ∆ικαιώματα λατρείας. Τί ἐστι, ∆ικαιώματα; Σύμβολα, ἢ θεσμούς· ὡσεὶ ἔλεγε, Τότε εἶχε, νῦν οὐκ ἔχει· δείκνυσιν ἤδη τούτῳ αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησίν. Ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστι. Τό τε ἅγιον κοσμικόν. Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἠφίετο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεσαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζωραῖοι. Ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ δὴ οἱ Ἰουδαῖοι ὁ κόσμος ἦσαν. Σκηνὴ γὰρ, φησὶ, κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἅγια· ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων. Ταῦτα σύμβολα τοῦ κόσμου. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα. Ἄρα οὐκ ἦν καταπέτασμα ἓν, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν. Σκηνὴ, ἥτις λέγεται Ἅγια ἁγίων. Ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ παρὰ τὸ σκηνοῦν ἐκεῖ. Χρυσοῦν ἔχουσα θυμιατήριον, φησὶ, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ τῆς Ἰουδαϊκῆς ἀγνωμοσύνης ὑπομνήματα. Καὶ αἱ πλάκες τῆς διαθήκης. Κατέαξε γὰρ αὐτάς· καὶ τὸ μάννα· ἐγόγγυσαν γάρ· καὶ διὰ τοῦτο εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα. Ἐπανέστησαν γάρ. Ἐπεὶ οὖν καὶ ἀχάριστοι ἦσαν οἱ Ἰουδαῖοι, καὶ εὐεργετούμενοι συνεχῶς ἐπελανθάνοντο, διὰ τοῦτο προστάξει τοῦ νομοθέτου εἰς τὴν στάμνον τὴν χρυσῆν ἀπέθεσαν αὐτὰ, καὶ οὕτως εἰς ἐγγόνους παρέπεμπον τὴν μνή 63.118 μην. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Τί ἐστι Χερουβὶμ δόξης; Ἤτοι τὰ ἔνδοξα, ἢ τὰ ὑποκάτω τοῦ Θεοῦ φησι. Καλῶς δὲ καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα τὰ μετὰ ταῦτα. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν λέγειν κατὰ μέρος. Ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνον τὰ ὁρώμενα, ἀλλὰ αἰνίγματά τινα ἦν. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν λέγειν κατὰ μέρος· ἴσως ὡς μακροῦ δεομένων λόγου. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Τουτέστιν, ἦν μὲν ταῦτα, οὐκ ἀπέλαυον δὲ τούτων αὐτῶν οἱ Ἰουδαῖοι· οὐ γὰρ ἑώρων αὐτά. Ὥστε οὐκ ἐκείνοις μᾶλλον ἦν, ἢ οἷς προετυποῦτο. Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι πῶς μία θυσία, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε, δείκνυσιν αὐτὸ ἄνωθεν οὕτως ὄν· εἴ γε ἡ ἁγιωτέρα μία ἦν καὶ ἡ