1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

81

αὐτὸς βασιλεὺς Νέρων, καὶ πᾶσι κακῶς ἐχρήσατο, πολλοὺς φονεύσας στρατιωτικῇ συμβολῇ, ὅτι τυραννίδι φερόμενοι ἐξεφώνησαν ὑβριστικὰς φωνὰς κατὰ τοῦ Νέρωνος, διότι ἀπεκεφάλισε τὸν Πιλᾶτον ὡς εἰς ἐκδίκησιν Χριστοῦ· καὶ ἦλθεν εἰς αὐτὸν οὐ μὴν ἀλλὰ ὅτι καὶ αὐθεντήσαντες τὸν ἡγεμόνα ἐσταύρωσαν τὸν Χριστόν· καὶ διὰ τοῦτο ἠγανάκτει κατ' αὐτῶν ὡς τυράννων, καὶ ἐσφάγησαν τότε ὑπὸ στρατιωτῶν ἐν τῇ συμβολῇ ὅ τε Ἄννας καὶ ὁ Καϊάφας. Παρέλαβε δὲ ὁ αὐτὸς Νέρων ἐν τῷ βασιλεύειν αὐτὸν χώραν ἄλλην ἐν τῇ Πόντῳ, πέμψας Πολέμωνα στρατηγὸν αὐτοῦ· καὶ ἐποίησεν αὐτὴν ἐπαρχίαν, καλέσας αὐτὴν Πόντον Πολεμωνιακόν. Ὁ δὲ αὐτὸς Νέρων ἔχαιρε τῷ Βενέτῳ μέρει πολύ. Ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ Λουκανὸς ὁ σοφώτατος ἦν παρὰ Ῥωμαίοις μέγας καὶ ἐπαινούμενος. ἐπὶ δὲ τῆς 258 ὑπατείας Ἰτορικοῦ καὶ Τολπιλλιανοῦ τοῦ καὶ Τροχέλου ἀφανὴς ἐγένετο Νέρων ὁ βασιλεὺς καὶ ἐτελεύτα, τῶν ἱερέων τῶν Ἑλλήνων κατασκευασάντων αὐτῷ διὰ πότου δόσεως, ὄντος τοῦ δόγματος τῶν Ἐπικουρείων τοῦ μετ' αὐτὸν λαβόντος παρὰ τῶν ἱερέων σύνταξιν τῆς βασιλείας καὶ εἰσελθόντος ἰδεῖν αὐτόν, ὡς ἄῤῥωστον, καὶ κεντήσαντος αὐτὸν ἐν τῷ παλατίῳ. καὶ τελευτᾷ ὁ αὐτὸς Νέρων, ὢν ἐνιαυτῶν ξθʹ. Μετὰ δὲ τὴν βασιλείαν Νέρωνος ἐβασίλευσε Γαλβᾶς Αὔγουστος μῆνας ζʹ. ἦν δὲ μακρός, γενναῖος, λευκόχρους, ὑπόστραβος, γρυπόρυγχος, μιξοπόλιος, μανικός. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Γαλβᾶ ταφῇ παρεδόθησαν τὰ σώματα τῶν ἁγίων ἀποστόλων κατὰ κέλευσιν τοῦ αὐτοῦ βασιλέως· ἐν ὁράματι γὰρ ἐκελεύσθη δοῦναι τὰ σώματα τῶν ἁγίων ἀποστόλων εἰς ταφήν. καὶ τελευτᾷ ὁ Γαλβᾶς ἰδίῳ θανάτῳ ἐξαίφνης φλεβοτομηθείς, ὢν ἐνιαυτῶν μθʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαλβᾶ ἐβασίλευσε Λούκιος Ὄθων μῆνας γʹ. ἦν δὲ κονδοειδής, πλατύς, γενναῖος, ἁπλόθριξ, μικρόφθαλμος, ὑπόσιμος, ψελλός. ἐν δὲ τῇ αὐτοῖ βασιλείᾳ ὁ ἅγιος Ἰάκωβος ὁ ἀπόστολος, ὁ ἐπίσκοπος Ἱεροσολύμων καὶ πατριάρχης, ὃν ἐνεθρόνισεν ὁ ἅγιος Πέτρος ἀντὶ ἑαυτοῦ ἀνιὼν ἐπὶ 259 Ῥώμην, ἐτελεύτησε· καὶ παρέλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἱεροσολύμων Συμεὼν ὁ καὶ Σίμων καὶ ἐγένετο πατριάρχης. Τελευτᾷ δὲ ὁ αὐτὸς Ὄθων ἐτῶν νγʹ ἀῤῥωστήσας. Μετὰ δὲ τὴν βασιλείαν Ὄθωνος ἐβασίλευσε Βιτέλλιος Αὔγουστος ἔτη θʹ καὶ μῆνας ηʹ. ἦν δὲ διμοιριαῖος, εὔστηθος, γλαυκός, πυῤῥάκης, δασυπώγων, εὐόφθαλμος, δειλός. ἐπὶ δὲ τῆς βασιλείας εὐθέως ἔπαθεν ὑπὸ θεομηνίας Νικομήδεια, πόλις μεγάλη, τῆς Βιθυνίας μητρόπολις. καὶ πολλὰ αὐτοῖς τοῖς περισωθεῖσιν ἐχαρίσατο καὶ τῇ πόλει εἰς ἀνανέωσιν ὁ αὐτὸς βασιλεύς· ἦν γὰρ καὶ πρῴην παθοῦσα ὑπὸ θεομηνίας καὶ ἐστραμμένη· καὶ ἀνήγειρεν αὐτήν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Βιτελλίου Καίσαρος ἐτυράννησαν οἱ Ἰουδαῖοι καὶ ἐφόνευσαν Κυρήνιον τὸν ἄρχοντα αὐτῶν λιθοβολήσαντες αὐτόν. τῷ δὲ λεʹ ἔτει μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἀνάληψιν ἐπεστράτευσε κατ' αὐτῶν ὁ Βιτέλλιος βασιλεύς, πέμψας στρατηγὸν ἑαυτοῦ Οὐεσπασιανὸν καὶ Τίτον υἱὸν αὐτοῦ. καὶ ἐπέστησαν τῇ Ἰουδαίᾳ χώρᾳ, πολεμοῦντες αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. καὶ ἐν τῷ πολεμεῖν αὐτὸν ἀπέθανεν ἐν τῇ Ῥώμῃ ὁ Βιτέλλιος βασιλεὺς νόσῳ βληθείς, ὢν ἐνιαυτῶν μηʹ. Καὶ μετ' αὐτὸν ἀνηγορεύθη βασιλεὺς ὁ θειότατος Οὐεσπασιανός, καὶ ἔστεψεν αὐτὸν ὁ στρατός, ἐπὶ τῆς ὑπατείας Ῥούφου καὶ Καπιτιανοῦ. ἦν δὲ κονδοειδής, φαλακρός, προγάστωρ, πολιός, πυῤῥάκης, ἔχων οἰνοπαεῖς ὀφθαλμούς, πλάτοψις, ὀργί 260 λος. καὶ ἐάσας Τίτον τὸν ἑαυτοῦ υἱὸν πολεμεῖν τὴν Ἰουδαίαν χώραν ἦλθεν ἐπὶ τὴν Ῥώμην, καὶ ἐβασίλευσεν ἔτη θʹ καὶ μῆνας ιʹ. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐγένετο διωγμὸς μέγας τῶν χριστιανῶν ἐπὶ τῆς ὑπατείας ∆εκίου καὶ Ῥουστικίου. τῷ δὲ ληʹ ἔτει μετὰ τὸ ἀναληφθῆναι τὸν σωτῆρα Χριστὸν ὁ Τίτος τὴν Ἰουδαίαν παρέλαβε καὶ τὴν Ἱερουσαλὴμ ἐπὶ τῆς ὑπατείας Κομμόδου καὶ Ῥούφου, βασιλεύοντος τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ· καὶ ἐπόρθησε τὴν Ἱερουσαλὴμ