82
φρικτή. Οὕτως ἠθίζοντο ἄνωθεν· καὶ γὰρ τότε ὁ ἀρχιερεὺς, φησὶν, ἅπαξ προσέφερε. Καὶ καλῶς εἶπεν, Οὐ χωρὶς αἵματος· οὐ χωρὶς μὲν αἵματος, οὐ μὴν τούτου τοῦ αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία. ∆είκνυσιν ὅτι ἔσται, οὐ πυρὶ ἀναλουμένη, ἀλλὰ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη. Ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα, οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλὰ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν, ἅπαξ προσεφέρετο ἐν αἵματι. Ὃ προσφέρει, φησὶν, ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὅρα· οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ', Ἀγνοημάτων, ἵνα μὴ μέγα φρονήσωσιν. Εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, φησίν· ἀλλ' ἄκων ἠγνόησας, καὶ τούτου οὐδείς ἐστι καθαρός. Καὶ πανταχοῦ τὸ, Ὑπὲρ ἑαυτοῦ, τίθησι, δεικνὺς ὅτι ὁ Χριστὸς πολλῷ μείζων ἐστὶ τοῦ παρὰ Ἰουδαίοις ἀρχιερεύς. Εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκε; Τί οὖν ταῦτα εἶπες, φησί; Τοῦτο γὰρ κρείττονός ἐστιν. Οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ καί φησι· Τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. ∆ιὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν, ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος. Μὴ οὖν, ἐπειδὴ μὴ ἐπιβαίνομεν αὐτοῦ, φησὶ, νομίζωμεν αὐτὸν μηδὲ εἶναι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβημεν. Ἥτις παραβολὴ, φησὶν, εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα. βʹ. Καιρὸν ἐνεστηκότα ποῖον λέγει; Τὸν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς· πῶς γὰρ, ἐπιγενόμενος καὶ τέλος ἔχων; Καὶ ἕτερον δὲ ἐμφαίνων, τοῦτό φησι· Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα· τουτέστιν, ὁ τύπος γέγονε. Καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Εἶδες πῶς σαφῶς ἔδειξεν ἐντεῦθεν τί ἐστι τὸ, Οὐδὲν 63.119 ἐτελείωσεν ὁ νόμος, καὶ τὸ, Εἰ ἡ πρώτη ἦν ἄμεμπτος; Πῶς; Κατὰ συνείδησιν. Αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶμα ἦσαν· Κατὰ νόμον γὰρ ἐντολῆς σαρκικῆς, φησίν. Οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφιέναι ἠδύναντο. Ὁρᾷς, Τόδε φάγε, τόδε μὴ φάγῃς; ἅπερ ἐστὶν ἀδιάφορα. Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς. Τόδε πίε, φησί· καίτοι περὶ τοῦ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ' ἐξευτελίζων αὐτὰ οὕτως εἶπε· Καὶ διαφόροις βαπτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός. Ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμενον τὸν καιρὸν τὸν διορθοῦντα πάντα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου. Τὴν σάρκα ἐνταῦθα λέγει. Καλῶς δὲ καὶ μείζονα καὶ τελειοτέραν εἶπεν, εἴ γε ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· ἢ τελειοτέρας, ἅτε καὶ ἀλήπτου οὔσης, λέγει, καὶ μείζονα κατορθούσης. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. Ἰδοὺ πῶς μείζονος· οὐ γὰρ ἂν ἐκ Πνεύματος, εἰ ἄνθρωπος αὐτὴν κατεσκεύασεν. Οὐ ταύτης τῆς κτίσεως, φησὶ, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικῆς· ἐκ Πνεύματος γὰρ κατεσκεύαστο ἁγίου. Ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ; ∆ιὰ τῆς μείζονος καὶ τελειοτέρας, φησὶ, σκηνῆς· εἶτα, ∆ιὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ· καὶ πάλιν, Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· καὶ πάλιν· Εἰσερχομένην εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἡμᾶς διδάξαι βουλόμενος, καθ' ἕτερον καὶ ἕτερον σημαινόμενον, τὸν αὐτὸν λόγον ὄντα. Οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ἐστιν· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα· καὶ σκηνὴ ὁμοίως ἡ σὰρξ, ἔχουσα τὴν θεότητα· καὶ σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησὶ, παραγενόμενος ἀρχιερεύς.