1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

83

Οὐκ εἶπε, Γενόμενος, ἀλλὰ, Παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθὼν, οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο, καὶ τότε ἐγένετο, ἀλλ' ἅμα ἦλθε. Καὶ οὐκ εἶπε, Παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ, Τῶν μελλόντων ἀγαθῶν· ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν. Οὐδὲ δι' αἵματος, φησὶ, τράγων καὶ μόσχων. Πάντα ἐξηλλαγμένα, ∆ιὰ δὲ τοῦ ἰδίου αἵματος, φησὶν, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια. Ἰδοὺ τὸν οὐρανὸν τοῦτο ἐκάλεσεν. Ἐφάπαξ, φησὶν, εἰσῆλθεν εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος· καὶ τὸ, Εὑράμενος, σφόδρα τῶν ἀπόρων ἦν καὶ τῶν παρὰ προσδοκίαν, πῶς διὰ μιᾶς εἰσόδου αἰωνίαν λύτρωσιν ηὕρατο. Εἶτα τὸ πιθανόν· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγ 63.120 κεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρίσαι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἷμα τοῦ Χριστοῦ. Ἵνα γὰρ μὴ ἀκούσας, Ἁγιάζει, μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον, καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινός· καὶ λέγει, ὅτι εἰκότως, εἴ γε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ. Καὶ οὐκ ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς· Ὃς διὰ Πνεύματος ἁγίου, φησὶν, ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ· τουτέστι, τὸ ἱερεῖον ἄμωμον ἦν ἁμαρτιῶν καθαρόν. Τὸ δὲ, ∆ιὰ Πνεύματος ἁγίου, δηλοῖ ὅτι οὐ διὰ πυρὸς προσήνεκται, οὐδὲ δι' ἄλλων τινῶν. Καθαριεῖ τὴν συνείδησιν ὑμῶν, φησὶν, ἀπὸ νεκρῶν ἔργων. Καὶ καλῶς εἶπεν, Ἀπὸ νεκρῶν ἔργων· εἴ τις γὰρ ἥψατο τότε νεκροῦ, ἐμιαίνετο· καὶ ἐνταῦθα εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται διὰ τῆς συνειδήσεως. Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι, φησὶ, καὶ ἀληθινῷ. Ἐνταῦθα ἐμφαίνει, ὅτι τὸν νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι Θεῷ. Ἀληθινῷ δὲ καὶ ζῶντι Θεῷ εἰκότως εἶπε, δηλῶν ἐντεῦθεν ὅτι καὶ τὰ προσαγόμενα αὐτῷ τοιαῦτα. Ὥστε ταῦτα τὰ παρ' ἡμῖν καὶ ζῶντα καὶ ἀληθινά· ἐκεῖνα δὲ τὰ παρὰ Ἰουδαίοις καὶ νεκρὰ καὶ ψευδῆ· καὶ εἰκότως. γʹ. Μηδεὶς τοίνυν νεκρὰ ἔργα ἔχων εἰσίτω ἐνταῦθα. Εἰ γὰρ τὸν νεκροῦ σώματος ἁπτόμενον οὐκ ἔδει εἰσιέναι, πολλῷ μᾶλλον τὸν νεκρὰ ἔργα ἔχοντα· μολυσμὸς γάρ ἐστι χαλεπώτατος. Νεκρὰ δὲ ἔργα ἐστὶ πάντα τὰ ζωὴν οὐκ ἔχοντα, τὰ δυσωδίας πνέοντα. Ὥσπερ γὰρ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρήσιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν ἠρεμεῖν, ἀλλὰ θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς τικτόμενος διαφθείρειν τὰ σώματα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας πῶς φλεγμαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐμπεπλησμένοι, πῶς αὐτῶν αἰσχραὶ αἱ ὄψεις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν. Εἰπέ μοι γὰρ, πυρέττοντος παντὸς οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἁλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων ἐστὶ, πάντα τὰ ἀναίσχυντα καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗτος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον. Τί λέγω, οὐ παραιτεῖται; καὶ δουλοπρεπῆ πράγματα ὑπομένει, κολακεύων οὓς οὐ δεῖ, θρασυνόμενος πάλιν ἔνθα μὴ δεῖ, πανταχοῦ ἀνώμαλος· πονηροὺς ἄνδρας καὶ γόητας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους καὶ εὐτελεστέρους αὐτοῦ παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος. Εἶδες ἑκατέρωθεν τὴν ἀσχημοσύνην, τὴν ἀναισχυντίαν; καὶ ταπεινός ἐστι πέρα τοῦ μέτρου, καὶ ἀλαζών. Ἀλλ' ἑστήκασιν ἐπὶ οἰκήματος αἱ πόρναι, καὶ τοῦτό ἐστι τὸ