1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

84

ἐπέμειναν παρακαλοῦντες αὐτόν· καὶ λαβὼν δίπτυχον ἔγραψε ταῦτα. Καὶ σύ, τάλαινα Ἀντιόχεια, δὶς πάθοις· ἀλλὰ καὶ πάλιν ἐλεύσεται καιρός, ὅτε δὴ ἐπὶ πήμασι κεῖσε σεισμοῖς· δὶς δ' αὖθ' πυρὶ καύσαι ὁ παρ' αἰγιαλοῖς Ἀρέντησι· εἰ μὴ πάλιν πάθοις. καὶ ἐπιδέδωκε τὸ δίπτυχον τοῖς αὐτοῖς Ἀντιοχεῦσι κτήτορσι. καὶ ἐξορμήσας ἀπὸ τῆς τοῦ Ἀντιόχου πόλεως κατῆλθεν εἰς Σελεύκειαν τῆς Συρίας· καὶ ἀπέπλευσεν ἐπὶ τὴν Αἴγυπτον. ἔζησε δὲ ὁ αὐτὸς Ἀπολλώνιος ἔτη τριάκοντα καὶ τέσσαρα καὶ μῆνας ὀκτώ, καθὼς ∆ομνῖνος ὁ σοφώτατος χρονογράφος συνεγράψατο ταῦτα. Ὁ δὲ αὐτὸς θειότατος ∆ομετιανὸς βασιλεὺς ἔκτισεν εἰς τὴν Ἰσαυρίαν πόλιν, ἥντινα ἐκάλεσε ∆ομετιανούπολιν. ἐφόνευσε δὲ ἀγανακτήσας ὁ αὐτὸς ∆ομετιανὸς τὸν περιβόητον Ἀσκληπίονα, εἰπόντα αὐτῷ ὅτι Σφαζόμενος τελευτᾷς· καὶ μετ' ὀλίγον καιρὸν κατασκευασθεὶς ὑπὸ τῆς συγκλήτου ὁ αὐτὸς ∆ομετιανός, ὡς εἰσ 267 ῆλθεν ἐν τῷ ἱερῷ τοῦ ∆ιὸς θυσιάσαι, καὶ ἀφανὴς γενόμενος, τελευτᾷ, ἐτῶν μέ, εἰπόντων πάντων ὅτι ἐπήρθη ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα, ὡς φιλόσοφος. ἐφονεύθη δὲ σφαγεὶς ἐν τῷ αὐτῷ ἱερῷ τοῦ ∆ιὸς ὑπὸ τῆς συγκλήτου, ὡς ὑπερήφανος καὶ ἐνυβρίζων αὐτούς. οἵτινες συγκλητικοὶ ἐποίησαν ἣν ἐφόρει χλαμύδα πορφυρᾶν κρεμασθῆναι εἰς μίαν ἅλυσιν τῶν ὄντων ἐν τῷ ἱερῷ κανδήλων· καὶ πάντες οἱ εἰσιόντες εἰς τὸ ἱερὸν ἠπατοῦντο, νομίζοντες ὅτι ἐπήρθη εἰς τὸν ἀέρα. ἐγνώσθη δὲ μετὰ ταῦτα ὅτι ἐσφάγη· καὶ ἐγένετο ταραχὴ μεγάλη, διότι εἰς τὸ ἱερὸν ἐσφάγη. Μετὰ δὲ τὴν βασιλείαν ∆ομετιανοῦ ἐβασίλευσε Νερβᾶς Αὔγουστος ἔτος αʹ καὶ μῆνα αʹ. ἦν δὲ διμοιριαῖος, γέρων, εὐόφθαλμος, μακρόρινος, εὔσωμος, μιξοπόλιος, μελάγχροος, οὖλος, δασυπώγων, ἀγαθός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας τὸ τρίτον αὐτῆς πάθος ∆ιοκαισάρεια, πόλις τῆς Κιλικίας, καὶ Νικούπολις καὶ ἡ χώρα αὐτῆς. καὶ εὐθέως ἔπεμψέ τινα ἐκεῖ ὁ αὐτὸς βασιλεὺς συγκλητικὸν Ῥωμαῖον ὀνόματι Ζάρβον εἰς τὸ κτίσαι αὐτήν, παρασχὼν αὐτῷ ὀκτὼ κεντηνάρια. καὶ καταλαβὼν τὴν Κιλικίαν ὁ αὐτὸς Ζάρβος ὁ συγκλητικός, καὶ ἑωρακὼς τὰ πεπτωκότα, πολλὴν σπουδὴν θέμενος ἀνενέωσε τὴν πόλιν, βελτίω αὐτὴν ποιήσας. ὅθεν καὶ εἰς τὸ αὐτοῦ ὄνομα ἐκλήθη ἡ πόλις, τῶν πολιτῶν εὐχαριστούντων αὐτῷ. ὁ γὰρ συγκλητικὸς εἰς ὄνομα τοῦ βασιλέως Νερβᾶ ἐκάλεσεν αὐτὴν πόλιν Νερβάν. 268 συνέβη δὲ τελευτῆσαι τὸν βασιλέα πρὸ τοῦ πληρωθῆναι αὐτήν· καὶ μετεκάλεσαν αὐτὴν Ἀνάζαρβον, ἐπιτρέψαντες τοῖς συμβολαιογράφοις οὕτως αὐτὴν χρηματίζειν. ἐλέγετο γὰρ ἐξ ἀρχῆς ἡ αὐτὴ πόλις Κύϊνδα· καὶ ἔπαθε πρῶτον πάθος ἐπὶ τῶν ὑπάτων Ῥώμης, καὶ ἀνενεώθη καὶ μετεκλήθη Κίσκος πόλις. καὶ πάλιν ἔπαθεν ἐπὶ τοῦ Καίσαρος Ἰουλίου τὸ βʹ αὐτῆς πάθος· καὶ ἀνενεώθη καὶ μετεκλήθη ∆ιοκαισάρεια· καὶ παθοῦσα ὡς προείρηται ἐπὶ Νερβᾶ βασιλέως μετωνομάσθη Ἀνάζαρβος. ποιήσας δὲ θυσίαν κόρην ὁ Ζάρβος ὀνόματι Κηπάραν χωρικήν, ἐποίησεν αὐτῇ στήλην χαλκῆν εἰς τύχην τῆς πόλεως. ἐμήνυσε δὲ τῷ αὐτῷ βασιλεῖ ὁ Ζάρβος περὶ τῶν πολιτῶν καὶ τοῖς σωθεῖσι πολίταις ἐχαρίσατο, ὡς φιλότιμος, πολλὰ ὁ αὐτὸς βασιλεύς. ὅστις Νερβᾶς ἀνεκαλέσατο τὸν ἀπόστολον τὸν ἅγιον Ἰωάννην· καὶ ἦλθεν ἐν Ἐφέσῳ πάλιν ἀπὸ Πάτμων. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεφάνη Μάνης δογματίζων καὶ διδάσκων ὀχλαγωγῶν. ὡσαύτως δὲ ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐκωλύθησαν οἱ μονομάχοι καὶ αἱ θέαι αὐτῶν· καὶ ἐπενοήθη ἀντ' αὐτῶν τῶν κυνηγίων ἡ θέα. Ὁ δὲ αὐτὸς βασιλεὺς νοσήσας καὶ φθαρεὶς τελευτᾷ, ὢν ἐνιαυτῶν οαʹ. ΛΟΓΟΣ ΙΑʹ ΧΡΟΝΩΝ ΤΡΑΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΠΑΘΟΥΣ ΑΝΤΙΟΧΕΙΑΣ ΤΡΙΤΟΥ. Μετὰ δὲ τὴν βασιλείαν Νερβᾶ ἐβασίλευσεν ὁ θειότατος Τραϊανὸς ἔτη ιθʹ καὶ