88
οὐκ ἐν χειμῶνι, οὐκ ἐν νυκτὶ μεταβάλλεται· μὴ τοίνυν μηδὲ ἡμεῖς μήτε ἐν ταῖς θλίψεσι, μήτε ἐν ταῖς μεθοδείαις τοῦ διαβόλου τοῦτο πάσχωμεν, ἀλλὰ μένωμεν ἀκηλίδωτοι καὶ καθαροί. Ὁ οὐρανός ἐστιν ὑψηλὸς, καὶ πολὺ τῆς γῆς ἀπέχων· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν, ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸ ὕψος ἀρθῶμεν ἐκεῖνο. Καὶ ποῦ τῆς γῆς ἑαυτοὺς ἀποστήσωμεν; Ὅταν τὰ οὐράνια φανταζώμεθα. Ὁ οὐρανὸς ἀνώτερός ἐστι καὶ ὑετῶν καὶ χειμώνων, καὶ ὑπ' οὐδενὸς ἁλίσκεται· τοῦτο καὶ ἡμεῖς δυνησόμεθα, ἐὰν θέλωμεν. Οὗτος δοκεῖ μὲν, οὐ μέντοι πάσχει· μὴ τοίνυν μηδὲ ἡμεῖς, κἂν δοκῶμεν πάσχειν, πάσχωμεν. Ὥσπερ γὰρ ἐν τῷ χειμῶνι οἱ μὲν πολλοὶ τὸ κάλλος αὐτοῦ οὐκ ἴσασιν, ἀλλὰ νομίζουσιν αὐτὸν τρέπεσθαι, οἱ δὲ φιλοσοφοῦντες ἴσασιν ὅτι οὐδὲν ἔπαθεν· οὕτω καὶ περὶ ἡμῶν ἐν ταῖς θλίψεσιν, οἱ μὲν πολλοὶ νομίζουσιν ἡμᾶς συμμεταβεβλῆσθαι, καὶ αὐτῆς ἡμῶν ἧφθαι τῆς καρδίας τὴν θλῖψιν· οἱ δὲ φιλόσοφοι ἴσασιν ὅτι οὐχ ἥψατο ἡμῶν. Γενώμεθα τοίνυν οὐρανὸς, ἀνέλθωμεν εἰς τὸ ὕψος ἐκεῖνο, καὶ οὕτως ὀψόμεθα τοὺς ἀνθρώπους μυρμήκων οὐδὲν διαφέροντας· οὐ τοὺς πένητας λέγω μόνον, οὐδὲ τοὺς πλουσίους, ἀλλὰ κἂν στρατηγός τις ᾖ, κἂν βασιλεὺς, οὐκ ὀψόμεθα ἐκεῖ τὸν βασιλέα, οὐδὲ τὸν ἰδιώτην· οὐκ εἰσόμεθα τί μὲν χρυσὸς, τί δὲ ἄργυρος, τί δὲ ἱμάτιον σηρικὸν, ἢ πορφυροῦν· πάντα ὥσπερ μυίας ὀψόμεθα, ἐὰν ἐν ἐκείνῳ τῷ ὕψει καθίσωμεν· οὐδεὶς θόρυβος ἐκεῖ, οὐδεμία ταραχὴ, οὐδὲ κραυγή. Καὶ πῶς ἔνι, φησὶν, εἰς ἐκεῖνο ἀρθῆναι τὸ ὕψος, ἐπὶ τῆς γῆς περιπατοῦντα; Λόγῳ μὲν οὐ λέγω τοῦτο ἁπλῶς· ἀλλ' εἰ βούλει, ἐγώ σοι δείκνυμι ἔργῳ τοὺς εἰς τὸ ὕψος ἐκεῖνο φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες, ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω ἐν τῷ οὐρανῷ; ὑψηλότεροι ἦσαν τοῦ οὐρανοῦ, καὶ τοῦ ἄλλου οὐρανοῦ, καὶ πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν. Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν, Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ὁρᾷς ὅτι οὐδὲ ἑώρα τὰ ἐνταῦθα; Ἵνα δέ σοι δείξω ὅτι τῶν οὐρανῶν ἀνώτερος ἦν, ἄκουε αὐτοῦ λέγοντος· Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάντα παραδραμὼν ὁ λογισμὸς, ἀνώτερον αὐτὸν ἐποίησεν, οὐ ταύτης μόνον τῆς κτίσεως, 63.127 οὐδὲ τούτων τῶν οὐρανῶν, ἀλλὰ καὶ εἴ τινες ἕτεροι ἦσαν; Εἶδες ὕψος διανοίας; εἶδες ὁ σκηνοποιὸς οἷος ἐγένετο ἐπειδὴ ἠθέλησεν, ὁ ἐπ' ἀγορᾶς τὸν ἅπαντα βίον διαγαγών; Οὐδὲν γάρ ἐστι κώλυμα, οὐκ ἔστι, πάντας ὑπερβαλέσθαι, εἴ γε βουλοίμεθα. Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου. Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερ ἐπὶ κλίνης καθήμενον; οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι, καὶ τρέμειν, καὶ πρὸς τὴν ὄψιν αὐτήν; Τί δὲ, εἰπέ μοι, χαλεπώτερον τοῦ κοντὸν ἐπὶ τοῦ προσώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον μυρία ποιεῖν, καὶ τέρπειν τοὺς θεατάς; τί δὲ χαλεπώτερον τοῦ σφαιρίζειν ἐν ξίφεσι; τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν· ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωμεν, καὶ τὸ εἰς τὸν οὐρανὸν ἀναβῆναι· θελῆσαι γὰρ δεῖ μόνον ἐνταῦθα, καὶ πάντα ἕπεται. Οὐκ ἔστι γὰρ εἰπεῖν, οὐ δύναμαι· τοῦτο γὰρ κατηγορῆσαί ἐστι τοῦ ∆ημιουργοῦ· εἰ γὰρ ἀδυνάτους ἡμᾶς ἐποίησεν, εἶτα ἐπιτάττει, κατηγορία αὐτοῦ ἐστι. Πῶς οὖν, φησὶ, πολλοὶ οὐ δύνανται; Ὅτι οὐ θέλουσι. Πόθεν δὲ οὐ θέλουσιν; Ἀπὸ ῥᾳθυμίας· ὥστε εἰ θελήσουσι, πάντως δυνήσονται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἐπειδὴ ᾔδει ὅτι πάντες ἠδύ 63.128 ναντο εἶναι ὡς καὶ αὐτός· οὐδὲ γὰρ ἂν, εἴ γε ἀδύνατον ἦν, τοῦτο εἶπε. Θέλεις γενέσθαι ἐνάρετος; τῆς