89
ἀρχῆς ἐπιλαβοῦ μόνον. Εἰπὲ δή μοι, ἐν ταῖς τέχναις ἁπάσαις, ὅταν θέλωμεν ἐν αὐταῖς γενέσθαι, ἀρκούμεθα τῷ θέλειν, ἢ καὶ ἁπτόμεθα τῶν πραγμάτων; Οἷόν τι λέγω· Βούλεταί τις γενέσθαι κυβερνήτης· οὐ λέγει, Θέλω, καὶ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Θέλει γενέσθαι ἔμπορος· οὐ λέγει, Θέλω, μόνον, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Ἀποδημῆσαι πάλιν θέλει, καὶ οὐ λέγει, θέλω, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Εἶτα ἐν πᾶσιν οὐκ ἀρκεῖ τὸ θελῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἔργον προσθεῖναι δεῖ· εἰς δὲ τὸν οὐρανὸν βουλόμενος ἀνελθεῖν, λέγεις, Θέλω, μόνον; Πῶς οὖν, φησὶν, ἔλεγες, ὅτι τὸ θέλειν ἀρκεῖ; Τὸ θέλειν μετὰ τῶν ἔργων, τὸ ἀντιλαμβανόμενον τοῦ πράγματος, τὸ πονέσαντα. Ἔχομεν γὰρ συνεργοῦντα καὶ συμπράττοντα τὸν Θεόν· μόνον ἑλώμεθα, μόνον ὡς ἔργῳ προσενεχθῶμεν τῷ πράγματι, μόνον μεριμνήσωμεν, μόνον, εἰς νοῦν βαλώμεθα, καὶ πάντα ἕπεται. Ἐὰν δὲ καθεύδωμεν, καὶ ῥέγχοντες προσδοκῶμεν εἰσιέναι εἰς τὸν οὐρανὸν, πότε δυνησόμεθα τὴν κληρονομίαν τῶν οὐρανῶν κατασχεῖν; Βουληθῶμεν οὖν, παρακαλῶ, βουληθῶμεν. Τί πάντα πρὸς τὸν παρόντα βίον ἐμπορευόμεθα, ὃν αὔριον ἀπολείψομεν; Ἑλώμεθα τοίνυν τὴν ἀρετὴν τὴν εἰς τὸν πάντα αἰῶνα ἡμῖν διαρκέσουσαν· ἐν ᾧ ἐσόμεθα διηνεκῶς, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσομεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
ΟΜΙΛΙΑ ΙΖʹ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χρι στὸς, ἀντίτυπα τῶν ἀληθινῶν,
ἀλλ' εἰς αὐ τὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσ ώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχε ται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρ τίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. αʹ. Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῷ καὶ τῇ σκηνῇ· διὸ ἔλεγον· Ναὸς Κυρίου, ναὸς Κυρίου. Οὔτε γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναὸς, οὐ πολυτελείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός. Ὁ γὰρ διαταξάμενος Θεὸς ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο. Πλίνθους γὰρ εἶχε χρυσᾶς ἐν τοῖς τοίχοις· καὶ ἔξεστι τῷ βουλομένῳ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ ἐν τῷ Ἰεζεκιὴλ τοῦτο καταμαθεῖν, καὶ ὅσα χρυσοῦ τάλαντα ἀνηλώθη τότε. Ἡ δὲ δευτέρα λαμπροτέρα γέγονεν οἰκοδομία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων. Καὶ οὐ τούτῳ μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ τῷ εἶναι εἷς, καὶ τῷ πάντας τῷ κάλλει ἐφέλκεσθαι· ἀπὸ γὰρ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, εἴτε ἀπὸ Βαβυλῶνος, εἴτε ἀπὸ Αἰθιοπίας. Καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἔλεγεν· Ἦσαν δὲ ἐκεῖ κατοικοῦντες Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ὄντες, ἐκεῖ συνῄεσαν, καὶ πολὺ τὸ ὄνομα τοῦ ναοῦ ἦν. Τί οὖν ὁ Παῦλος 63.128 ποιεῖ; Ὥσπερ ἐπὶ τῶν θυσιῶν, οὕτω καὶ ἐνταῦθα ποιεῖ· ὡς γὰρ ἐκεῖ τὸν θάνατον ἀντέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ. Οὐ τούτῳ δὲ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ· Ἐμφανισθῆναι γὰρ, φησὶ, τῷ προσώπῳ τοῦ Θεοῦ. Ὥστε οὐ τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν. Οὐ γὰρ ἁπλῶς, ὥσπερ ἐνταῦθα, διὰ συμβόλων, ἀλλ' αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ. Ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; Τί δὴ θαυμάζεις λοιπὸν εἰ ἐντυγχάνει, ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα; Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, φησὶν, ὥσπερ ὁ ἀρχιερεὺς, εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν