90
αἵματι ἀλλοτρίῳ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε, φησὶν, ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν. Ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ὁ ναὸς οὕτω κατεσκεύαστο, ὥσπερ ὁ οὐρανὸς τοῦ οὐρανοῦ. Τί λέγεις; ἐὰν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν, οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; Ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; Καὶ ἐμφανισθῆναι, φησὶ, τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Τί ἐστιν, Ὑπὲρ ἡμῶν; Μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης ἐξιλεώσασθαι τὸν Πατέρα. ∆ιὰ τί, εἰπέ μοι; μὴ γὰρ αὐτὸς ἦν ὁ ἐχθρός; Οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τί φησιν. Εἰρηνοποίησε τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ὥστε καλῶς εἶπεν, ὅτι καὶ αὐτὸς Εἰσῆλθεν εἰς τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Νῦν ἐμφανίζεται, ἀλλ' ὑπὲρ ἡμῶν. Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, 63.129 ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ. Ὁρᾷς πόσαι αἱ διαφοραί; τοῦ πολλάκις τὸ ἅπαξ, τοῦ ἐν αἵματι ἀλλοτρίῳ τὸ ἐν ἰδίῳ. Πολὺ τὸ μέσον. Αὐτὸς οὖν καὶ ἱερεῖον καὶ ἱερεύς. Ἐπεὶ ἔδει αὐτὸν, φησὶ, πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Ἐνταῦθά τι δόγμα ἀνακαλύπτει, καί φησιν, ὅτι εἰ θυσίας προσενεγκεῖν ἔδει πολλάκις, ἔδει πολλάκις καὶ σταυρωθῆναι. Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. ∆ιὰ τί, Ἐπὶ συντελείᾳ τῶν αἰώνων; Μετὰ τὰ πολλὰ ἁμαρτήματα. Εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένοντο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἦν ἂν τὸ τῆς οἰκονομίας ἀνόνητον· οὐκ ἔδει γὰρ δεύτερον ἀποθανεῖν τὸν Χριστὸν, ὥστε καὶ οὕτω κατορθωθῆναι τὸ σπουδαζόμενον· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἐφάνη. Ὃ καὶ ἀλλαχοῦ λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Νῦν δὲ, φησὶν, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Καὶ καθ' ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις. βʹ. ∆είξας ὅτι οὐκ ἔδει πολλάκις ἀποθανεῖν, νῦν δείκνυσι καὶ διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· Ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν. Τοῦτο οὖν τὸ, ἅπαξ ἀπέθανεν, ὑπὲρ ἀνθρώπων πάντων. Τί οὖν; οὐκέτι ἀποθνήσκομεν τὸν θάνατον ἐκεῖνον; Ἀποθνήσκομεν μὲν, ἀλλ' οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστι. Θανάτου γὰρ τυραννὶς καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ μετὰ τὸ ἀποθανεῖν ζήσῃ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις. Ἐπεὶ οὖν ἔμελλε πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ. Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθείς. Ὑπὸ τίνος προσενεχθείς; Ὑφ' ἑαυτοῦ δηλονότι. Ἐνταῦθα οὐδὲ ἱερέα δείκνυσιν αὐτὸν μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον. Εἶτα προστίθησι τὴν αἰτίαν τοῦ, Προσενεχθείς. Ἅπαξ, φησὶ, προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. ∆ιὰ τί δὲ πολλῶν εἶπε, καὶ μὴ πάντων; Ἐπειδὴ μὴ πάντες ἐπίστευσαν. Ὑπὲρ ἁπάντων μὲν γὰρ ἀπέθανεν, εἰς τὸ σῶσαι πάντας, τὸ αὐτοῦ μέρος· ἀντίῤῥοπος γὰρ ἦν ὁ θάνατος ἐκεῖνος τῆς πάντων ἀπωλείας· οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκε, διὰ τὸ μὴ θελῆσαι αὐτούς. Τί δέ ἐστιν, Ἀνενεγκεῖν ἁμαρτίας; Ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἧς ἀναφέρομεν, προφέρομεν καὶ τὰ ἁμαρτήματα λέγοντες, Εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον· τουτέστι, μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε. Ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός; Ἄκουσον αὐτοῦ λέγοντος· Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν. Ἰδοὺ ἀνήνεγκε τὰ ἁμαρτήματα· ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκε τῷ Πατρὶ, οὐχ ἵνα τι ὁρίσῃ κατ' αὐτῶν, ἀλλ' ἵνα αὐτὰ ἀφῇ. Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται, φησὶ, τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Τί ἐστιν, 63.130 Χωρὶς ἁμαρτίας; Οὐχ ἁμαρτίας αἴρων, οὐδὲ δι' ἁμαρτίας ἐκ δευτέρου ἥξει, ἵνα πάλιν ἀποθάνῃ· οὐδὲ γὰρ ὃ ἅπαξ ἀπέθανεν, ὀφείλων ἀποθανεῖν ἀπέθανεν. Πῶς ὀφθήσεται; Κολάζων, φησί. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, Χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν