90
ποιήσαντες ἐδεήθησαν τοῦ αὐτοῦ βασιλέως Κομμόδου, ἵνα ἀπὸ θείας αὐτοῦ κελεύσεως προσκυρώσῃ τῷ δημοσίῳ τὰς προσόδους ἃς εἴασε τῇ τῶν Ἀντιοχέων πόλει Σωσίβιος ὁ προειρημένος λόγῳ θεωριῶν πολυτρόπων καὶ διαφόρων ἀγώνων ἐπιτελουμένων τῇ αὐτῇ πόλει, καὶ ἵνα μὴ πορίζωνται τὰς προσόδους οἱ πολιτευόμενοι, ἀλλὰ τὸ δημόσιον καὶ αὐτὸ χορηγεῖ λόγῳ τῶν ἐπιτελουμένων πρὸς τέρψιν τῆς πόλεως Ὀλυμπίων καὶ ἄλλων τινῶν θεωριῶν ἐν τῇ αὐτῇ πόλει τῶν Ἀντιοχέων. καὶ εὐθέως ὁ αὐτὸς βασιλεὺς Κόμμοδος διὰ θείας αὐτοῦ κελεύσεως προσεκύρωσε τῷ δημοσίῳ τὰς προσόδους, θεσπίσας τὰ Ὀλύμπια ἐπιτελεῖσθαι καὶ ἀφορίσας ἐκ τοῦ δημοσίου παρέχεσθαι εἰς λόγον ἀναλωμάτων τῶν ὑπουργούντων τῇ τῶν Ὀλυμπίων ἱερᾷ καὶ κοσμικῇ ἑορτῇ φανερὰ χρήματα, νομοθετήσας κατὰ τετραετῆ χρόνον ἐπιτελεῖσθαι ἀμέμπτως ἐν ταῖς ἑορταῖς τῶν ἀναθημάτων, ἤτοι θυσιῶν, τῶν ἐξ ἔθους, τοῦτ' ἐστὶ τῷ πανέμῳ ἤτοι ἰουλίῳ μηνὶ καὶ τῷ λώῳ τῷ λεγομένῳ αὐγούστῳ μηνὶ ἐπὶ ἡμέρας μεʹ εἰς ἑορτὴν τοῦ Ὀλυμπίου ∆ιός, ὡσαύτως ἀφορίσας καὶ εἰς λόγον ἱπποδρομίου ἀμέμπτως ἐπιτελουμένου κατὰ τὴν Ἡλίου ἡμέραν, τοῦτ' ἐστὶ κατὰ κυριακήν, ἄλλην ἐξ αὐτῶν φανερὰν χρυσίου ποσότητα. ὁμοίως δὲ καὶ εἰς λόγον σκηνικῆς ἑορτῆς νυκτερινῆς ἐπιτελουμένης κατὰ ἔτη γʹ, τῶν λεγομένων Ὀργίων, ὅπερ ἐστὶ μυ 285 στηρίων ∆ιονύσου καὶ Ἀφροδίτης, τοῦτ' ἐστὶ τοῦ λεγομένου Μαϊουμᾶ διὰ τὸ ἐν τῷ μαΐῳ τῷ καὶ ἀρτεμισίῳ μηνὶ ἐπιτελεῖσθαι τὴν αὐτὴν ἑορτήν, ἀφώρισε φανερὰν χρυσίου ποσότητα λόγῳ λαμπάδων καὶ κανδήλων καὶ τῶν ἄλλων τῶν προχωρούντων ἐπὶ τὴν πανήγυριν τῶν λʹ ἡμερῶν τερπνῶν παννυχίδων. περὶ ἧς νυκτερινῆς ἑορτῆς μέμνηται Βεργίλλιος ὁ σοφώτατος Ῥωμαίων ποιητὴς ἐν τῷ δʹ αὐτοῦ λόγῳ, τῇ Ῥωμαϊκῇ γλώσσῃ ἐκθέμενος ταῦτα. Τριετηρικὰ Βάκχω ὄργια νοκτούρνους κουὲ βοκὰτ κλάμωρε Κιθαιρών· ὅ ἐστι τῇ Ἑλληνίδι γλώσσῃ τῷ τριετηρικῷ ἔτει, ὅτε ὁ ∆ιόνυσος ἐν νυκτὶ τῇ φωνῇ τὴν ἑορτὴν τῶν ὀργίων ἐν τῷ Κιθαιρωνίῳ ὄρει. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀφώρισε φανερὰ χρήματα καὶ εἰς λόγον κυνηγίων ὀφειλόντων ἐπιτελεῖσθαι ἐπὶ ἔτη δʹ οὕτως· ἄγεσθαι μὲν ἐπὶ μῆνας λβʹ ἕως τῆς ἀποσφαγῆς, ἀργεῖν δὲ τοὺς ὑπολοίπους μῆνας ςʹ εἰς τὴν συλλογὴν τῶν θηρίων εἰς ἑορτὴν θεραπείας Ἄρεως καὶ Ἀρτέμιδος. Καὶ εὐθέως τότε ὠνομάσθη Συριάρχης πρῶτος Ἀρταβάνιος πολιτευόμενος, προβληθεὶς ἀπὸ τῶν κτητόρων καὶ τοῦ δήμου παντός. Ἀφώρισε δὲ καὶ τὰ λοιπὰ χρήματα εἰς λόγον μίμων καὶ ὀρ 286 χηστικῶν καὶ τῶν λοιπῶν τέρψεων τῶν ἐν Πανδήμοις ἐπιτελουμένων. καὶ ἔκτοτε παρεσχέθη τῇ αὐτῇ τῶν Ἀντιοχέων πόλει παρὰ τοῦ δημοσίου ἀμέμπτως τὰ χορηγούμενα λόγῳ τῶν προειρημένων θεωριῶν πάντα. καὶ ἀνέστησαν τῷ βασιλεῖ Κομμόδῳ οἱ Ἀντιοχεῖς στήλην χαλκῆν κατὰ μέσου τῆς πόλεως αὐτῶν. ἐπὶ οὖν τῆς αὐτοῦ βασιλείας πρώτοις ἐπετελέσθη τὰ Ὀλύμπια τοῖς Ἀντιοχεῦσι Σύροις ἀπὸ θείας αὐτοῦ, ὡς προείρηται, κελεύσεως ἔτους σξʹ χρηματίζοντος κατὰ τοὺς αὐτοὺς Ἀντιοχεῖς Σύρους ἐν τῷ παρ' αὐτοῦ κτισθέντι Ξυστῷ. ἠγόρασαν δὲ τὰ αὐτὰ Ὀλύμπια οἱ Ἀντιοχεῖς παρὰ τῶν Πισαίων τῆς Ἑλλάδος ἐπ' ἐνενήκοντα περιόδους ἀγῶνος Ὀλυμπίων, ὡς εἶναι ἐπὶ ἔτη τξʹ, ἀγράφῳ πάκτῳ. Καὶ ἐγένετο ἐν αὐτῇ Ἀντιοχείᾳ ἀλυτάρχης ἐν τῇ αὐτῇ θείᾳ κελεύσει ὀνομασθεὶς πρῶτος Ἀφρόνιος ὁ ἀπὸ ἐπάρχων, πολίτης Ἀντιοχεύς. ὅστις φορέσας τὸ σχῆμα τοῦ ἀλυτάρχου τὰς μὲν ἡμέρας ἐτιμᾶτο καὶ προσεκυνεῖτο ὡς αὐτὸς ὁ Ζεύς, μὴ ἀνιὼν δὲ εἰς οἶκον τὰς αὐτὰς ἡμέρας μήτε εἰς κλίνην ἀναπίπτων, ἀλλ' εἰς ἐξάερον καθεύδων εἰς ἔδαφος ὑπεράνω λίθων καὶ καθαρῶν στρωμάτων καὶ θρυΐνης ψιάθου. ἐφόρει δὲ στολὴν διάχρυσον ἄσπρην ὡσεὶ χιὼν καὶ στέφανον ἀπὸ λυχνιτῶν καὶ ἄλλων τιμίων, καὶ κατεῖχε ῥάβδον ἐβελίνην, φορῶν εἰς τοὺς ἰδίους πόδας σανδάλια 287 ἄσπρα. ἐκάθευδε δὲ τὰς αὐτὰς ἡμέρας εἰς τὸ ἐξάερον τῆς λεγομένης βασιλικῆς τὸ Καισάριον, τὸ