91
ἀπεκδεχομένοις εἰς σωτηρίαν· ὡς μηκέτι λοιπὸν δεηθῆναι θυσίας, ὥστε σῶσαι αὐτοὺς, ἀλλ' ἀπὸ ἔργων τοῦτο ποιεῖν. Σκιὰν γὰρ ἔχων, φησὶν, ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· τουτέστιν, οὐκ αὐτὴν τὴν ἀλήθειαν. Ἕως μὲν γὰρ ἂν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις, καὶ ἐπιχρίσῃ τὰ χρώματα, τότε εἰκὼν γίνεται. Τοιοῦτόν τι καὶ ὁ νόμος ἦν. Σκιὰν γὰρ, φησὶν, ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων· τουτέστι, τῆς θυσίας, τῆς ἀφέσεως. Κατ' ἐνιαυτόν· ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι· ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους· ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. ∆ιὸ εἰσερχόμενος εἰς τὸν κόσμον, λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω (ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ) τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀνωτέρω λέγων, ὅτι θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται· τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν; Μία, φησὶν, αὕτη ἡ θυσία, ἐκεῖναι δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί. γʹ. Τί γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης, Ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δεικνύουσιν. Ὥσπερ γὰρ φάρμακον, ὅταν ᾖ ἰσχυρὸν, καὶ ὑγείας ποιητικὸν, καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ποιεῖ· ὅπερ ἐὰν ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ἐργάσηται, δείκνυσιν αὑτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι, καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι· ἐὰν δὲ ἀεὶ ἐπιτιθῆται, δῆλον ὅτι τοῦ μηδὲν ἰσχυκέναι ἐστὶ σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι, καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί δήποτε γὰρ ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται; Εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγμένοι τῶν ἁμαρτημάτων, οὐκ ἂν καθ' ἑκάστην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ. Ὥστε κατηγορία ἁμαρτημάτων, καὶ οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινό 63.131 μενον· κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις. Ἐπειδὴ γὰρ ἡ πρώτη οὐδὲν ἴσχυεν, ἡ δευτέρα προσεφέρετο· καὶ ἐπειδὴ οὐδὲν αὕτη ἤνυεν, ἑτέρα πάλιν· ὥστε ἔλεγχος ἁμαρτημάτων ἦν. Τὸ μὲν οὖν προσφέρεσθαι ἔλεγχος ἁμαρτημάτων· τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας. Ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· ἅπαξ προσηνέχθη, καὶ εἰς τὸ ἀεὶ ἤρκεσε. Καὶ καλῶς εἶπεν ἐκεῖνα ἀντίτυπα· ἄρα τύπον ἔχει μόνον, οὐχὶ δὲ καὶ τὴν ἰσχύν· ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχύν. Ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, ἡ δὲ ἰσχὺς οὐκέτι. Οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τῆς σκηνῆς· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἅγια γὰρ ἦν· ἡ δὲ δύναμις καὶ τὰ ἄλλα, οὐ τὰ αὐτά. Τί ἐστιν, Εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται; τί ἐστιν ἀθέτησις; Τουτέστι, καταφρόνησις· οὐκέτι γὰρ παῤῥησίαν ἔχει ἡ ἁμαρτία· ἠθέτηται γάρ. Πῶς; Ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ· τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. ∆ιὰ τῆς θυσίας αὑτοῦ, φησὶ, πεφανέρωται· τουτέστιν, ἐφανερώθη τῷ Θεῷ καὶ προσῆλθε. Μὴ οὖν, ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, νομίσῃς ὅτι ἁπλῶς, καὶ οὐχὶ δι' ἀσθένειαν, τοῦτο ἐγίνετο· εἰ γὰρ μὴ δι' ἀσθένειαν, τί καὶ ἐγίνετο; μὴ ὄντων γὰρ τραυμάτων, οὐδὲ φαρμάκων λοιπὸν δεῖ τῷ ἐπιμελουμένῳ. ∆ιὰ τοῦτο προσέταξε, φησὶν, ἀεὶ προσφέρεσθαι διὰ τὸ ἀσθενὲς, καὶ ὥστε ἀνάμνησιν ἁμαρτιῶν γίνεσθαι. Τί οὖν; ἡμεῖς καθ' ἑκάστην ἡμέραν οὐ προσφέρομεν; Προσφέρομεν μὲν, ἀλλ' ἀνάμνησιν