1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

92

ποιούμενοι τοῦ θανάτου αὐτοῦ· καὶ μία ἐστὶν αὕτη, καὶ οὐ πολλαί. Πῶς μία, καὶ οὐ πολλαί; Ἐπειδὴ ἅπαξ προσηνέχθη, ὥσπερ ἐκείνη ἡ εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο ἐκείνης τύπος ἐστὶ, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ' ἀεὶ τὸ αὐτό· ὥστε μία ἐστὶν ἡ θυσία. Ἐπεὶ τῷ λόγῳ τούτῳ, ἐπειδὴ πολλαχοῦ προσφέρεται, καὶ πολλοὶ Χριστοί; ἀλλ' οὐδαμῶς, ἀλλ' εἷς πανταχοῦ ὁ Χριστὸς, καὶ ἐνταῦθα πλήρης ὢν, καὶ ἐκεῖ πλήρης, ἓν σῶμα. Ὥσπερ οὖν πολλαχοῦ προσφερόμενος ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία. Ὁ ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκών. Ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον. Τοῦτο εἰς ἀνάμνησιν γίνεται τοῦ τότε γενομένου· Τοῦτο γὰρ ποιεῖτε, φησὶν, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οὐκ ἄλλην θυσίαν, καθάπερ ὁ ἀρχιερεὺς τότε, ἀλλὰ τὴν αὐτὴν ἀεὶ ποιοῦμεν· μᾶλλον δὲ ἀνάμνησιν ἐργαζόμεθα θυσίας. δʹ. Ἀλλ' ἐπειδὴ τῆς θυσίας ταύτης ἐμνήσθην, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ, μεγάλην δὲ ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν· οὐ γὰρ ἡμετερά ἐστιν, ἀλλὰ τοῦ θείου Πνεύματος τὰ λεγόμενα. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παντὸς ἐνιαυτοῦ, ἄλλοι δὲ δὶς, ἄλλοι δὲ πολλάκις. Πρὸς οὖν ἅπαντας ἡμῖν ὁ λόγος ἐστὶν, οὐ πρὸς τοὺς ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν. Τί οὖν; τίνας ἀποδε 63.132 ξόμεθα; τοὺς ἅπαξ; τοὺς πολλάκις; τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖμα ἑαυτοῖς λαμβάνουσι, καὶ κατάκριμα καὶ κόλασιν καὶ τιμωρίαν. Καὶ μὴ θαυμάσῃς· ὥσπερ γὰρ ἡ τροφὴ φύσει οὖσα θρεπτικὴ, ἐὰν εἰς κακόσιτον ἐμπέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει, καὶ γίνεται νόσου ἀφορμή· οὕτω δὴ καὶ ταῦτα τὰ τῶν φρικτῶν μυστηρίων. Τραπέζης ἀπολαύεις πνευματικῆς, τραπέζης βασιλικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ στόμα; μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς; Εἰπέ μοι, παρακαλῶ, μετ' ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων, τὰς τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου; καὶ πάλιν, ἑβδομάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι, ἐὰν ὑγιάνας τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν σαυτὸν τοῖς, σιτίοις ἐκδῷς ἐκείνοις τοῖς νοσοποιοῖς, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας; Εὔδηλον ὅτι. Εἰ γὰρ τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Οἷόν τι λέγω· Φύσει βλέπομεν, καὶ ὑγιεῖς ἔχομεν ὀφθαλμοὺς κατὰ φύσιν· ἀλλὰ πολλάκις ἀπὸ καχεξίας βλάπτεται ἡμῶν τὸ ὀπτικόν. Εἰ τοίνυν τὰ ἐκ φύσεως μεθίσταται, οὐχὶ μάλιστα τὰ ἐκ προαιρέσεως; Τεσσαράκοντα ἡμέρας ἀπονέμεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐδὲ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις, ἄνθρωπε. Ταῦτα λέγω, οὐχὶ τῆς μιᾶς καὶ ἐνιαυσιαίου προσόδου κωλύων ὑμᾶς, ἀλλὰ βουλόμενος μᾶλλον διαπαντὸς ὑμᾶς προσιέναι τοῖς ἁγίοις. ∆ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἐπιφωνεῖ τότε τοὺς ἁγίους καλῶν, καὶ διὰ τῆς φωνῆς ταύτης μωμοσκοπῶν ἅπαντας, ὥστε μὴ προσελθεῖν τινα ἀπαράσκευον. Καθάπερ γὰρ ἐπὶ ποίμνης, ἔνθα πολλὰ μὲν ὑγιαίνει πρόβατα, πολλὰ δὲ ψώρας ἀναπέπλησται, ἀνάγκη ταῦτα διείργεσθαι ἀπὸ τῶν ὑγιαινόντων· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ἐπειδὴ τὰ μέν ἐστιν ὑγιεινὰ πρόβατα, τὰ δὲ κεκακωμένα, διὰ τῆς φωνῆς ταύτης διείργει ταῦτα ἐκείνων περιιὼν πανταχοῦ διὰ τῆς κραυγῆς ταύτης τῆς φρικωδεστάτης ὁ ἱερεὺς, καὶ τοὺς ἁγίους καλῶν καὶ ἕλκων. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον ὄντα εἰδέναι τὰ τοῦ πλησίον· Τίς γὰρ οἶδεν ἀνθρώπων, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; ταύτην ἀφίησι τὴν φωνὴν μετὰ τὸ τὴν θυσίαν ἀπαρτισθῆναι πᾶσαν, ὥστε μηδένα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐπὶ τὴν πηγὴν ἐλθεῖν τὴν πνευματικήν. Καὶ γὰρ ἐπὶ τῆς