1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

93

ποίμνης (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι πάλιν χρήσασθαι) τὰ μὲν νοσερὰ ἔνδον ἀποκλείομεν, καὶ ἐν σκότῳ κατέχομεν, καὶ ἑτέρας μεταδίδομεν τροφῆς, οὔτε ἀέρος καθαροῦ, οὔτε πόας εἰλικρινοῦς, οὔτε πηγῆς τῆς ἔξω συγχωροῦντες μεταλαβεῖν. Καὶ ἐνταῦθα τοίνυν αὕτη ἡ φωνὴ ἀντὶ δεσμοῦ τινός ἐστιν. Οὐκ ἔχεις εἰπεῖν, Οὐκ ᾔδειν, ἠγνόουν ὅτι κίνδυνος ἕπεται τῷ πράγματι· μάλιστα μὲν οὖν καὶ ὁ Παῦλος τοῦτο διεμαρτύρατο. Ἀλλ' ἐρεῖς ὅτι, Οὐκ ἀνέγνων; Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ καὶ ἔγκλημα· καθ' ἑκάστην ἡμέραν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἔτι τοῦτο ἀγνοεῖς; εʹ. Πλὴν ἀλλ' ἵνα μηδὲ τοῦτο ἔχῃς προφασίζεσθαι, 63.133 τούτου χάριν μεγάλῃ τῇ φωνῇ, φρικτῇ τῇ βοῇ, καθάπερ τις κήρυξ τὴν χεῖρα αἴρων εἰς τὸ ὕψος, ὑψηλὸς ἑστὼς, πᾶσι κατάδηλος γεγονὼς, καὶ μέγα ἐπ' ἐκείνῃ τῇ φρικτῇ ἡσυχίᾳ ἀνακραυγάζων, τοὺς μὲν καλεῖ, τοὺς δὲ ἀπείργει ὁ ἱερεὺς, οὐ τῇ χειρὶ τοῦτο ποιῶν, ἀλλὰ τῇ γλώττῃ τῆς χειρὸς τρανότερον. Ἡ γὰρ φωνὴ ἐκείνη εἰς τὴν ἀκοὴν ἐμπίπτουσα τὴν ἡμετέραν, καθάπερ χεὶρ τοὺς μὲν ὠθεῖ καὶ ἐκβάλλει, τοὺς δὲ εἰσάγει καὶ παρίστησιν. Εἰπὲ δή μοι, παρακαλῶ, ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οὐχὶ ἕστηκεν ὁ κήρυξ βοῶν μέγα καὶ ὑψηλὸν, Εἴ τις τούτου κατηγορεῖ, λέγων, μὴ δοῦλός ἐστι, μὴ κλέπτης, μὴ τρόπων πονηρῶν; καίτοι τὰ ἀγωνίσματα ἐκεῖνα οὔτε ψυχῆς ἐστιν, οὔτε τρόπου ἀγαθοῦ, ἀλλὰ ῥώμης καὶ σώματος. Εἰ τοίνυν ἔνθα σωμάτων ἐστὶν ἄσκησις, πολλὴ προαιρέσεως ἐξέτασις γίνεται, πόσῳ μᾶλλον ἐνταῦθα, ἔνθα τὸ πᾶν ψυχὴ ἀθλεῖ; Ἕστηκε τοίνυν καὶ νῦν ὁ παρ' ἡμῖν κήρυξ, οὐ τῆς κεφαλῆς ἕκαστον κατέχων καὶ παράγων, ἀλλὰ πάντας ὁμοῦ τῆς κεφαλῆς τῆς ἔνδον κατέχων· οὐκ ἐφίστησιν ἄλλους αὐτοῖς κατηγόρους, ἀλλ' αὐτοὺς ἑαυτοῖς· οὐ γὰρ λέγει, Μή τις τούτου κατηγορεῖ; ἀλλὰ τί; Εἴ τις ἑαυτοῦ κατηγορεῖ. Ὅταν γὰρ εἴπῃ, Τὰ ἅγια τοῖς ἁγίοις, τοῦτο λέγει· Εἴ τις οὐκ ἔστιν ἅγιος, μὴ προσίτω. Οὐχ ἁπλῶς φησιν, Ἁμαρτημάτων καθαρὸς, ἀλλ', Ἅγιος· τὸν γὰρ ἅγιον οὐχ ἡ τῶν ἁμαρτημάτων ἀπαλλαγὴ ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τοῦ Πνεύματος παρουσία, καὶ ὁ τῶν ἀγαθῶν ἔργων πλοῦτος. Οὐ βούλομαι μόνον, φησὶ, βορβόρου ἀπηλλάχθαι ὑμᾶς, ἀλλὰ καὶ λευκοὺς εἶναι καὶ ὡραίους. Εἰ γὰρ ὁ Βαβυλώνιος βασιλεὺς, ἀπὸ τῆς αἰχμαλωσίας ἐκλεγόμενος τοὺς νεανίσκους, καλοὺς τῷ εἴδει καὶ ὡραίους τῇ ὄψει ἐξελέξατο· πολλῷ μᾶλλον ἡμᾶς παρισταμένους τῇ τραπέζῃ τῇ βασιλικῇ, καλοὺς τῷ εἴδει εἶναι δεῖ τῷ τῆς ψυχῆς, τὸν κόσμον ἔχοντας χρυσοῦν, τὴν στολὴν καθαρὰν, τὰ ὑποδήματα βασιλικὰ, τὸ πρόσωπον τῆς ψυχῆς εὔμορφον, τὸν κόσμον αὐτῇ περικεῖσθαι τὸν χρυσοῦν, τὴν ζώνην τῆς ἀληθείας. Ὁ τοιοῦτος προσίτω, καὶ ποτηρίων ἁπτέσθω βασιλικῶν. Εἰ δέ τις ῥάκια ἠμφιεσμένος, ῥυπῶν, αὐχμῶν ἐπεισιέναι τῇ βασιλικῇ βούλοιτο τραπέζῃ, ὅρα ὅσα πείσεται, οὐκ ἀρκουσῶν τῶν τεσσαράκοντα ἡμερῶν τὰ ἐν παντὶ τῷ χρόνῳ πεπλημμελημένα ἀπολούσασθαι. Εἰ γὰρ ἡ γέεννα οὐκ ἀρκεῖ, 63.134 καίτοι γε αἰώνιος οὖσα (διὰ τοῦτο γὰρ καὶ αἰώνιός ἐστι), πολλῷ μᾶλλον ὁ βραχὺς οὗτος χρόνος. Οὐ γὰρ μετάνοιαν ἰσχυρὰν ἐπεδειξάμεθα, ἀλλ' ἀσθενῆ. Τοὺς εὐνούχους μάλιστα δεῖ παρεστάναι τῷ βασιλεῖ· εὐνούχους λέγω, τοὺς τὴν διάνοιαν λευκοὺς, μηδένα ἔχοντας ῥύπον μηδὲ σπῖλον, ὑψηλοὺς τῇ διανοίᾳ, τὸ ὄμμα ἥμερον τῆς ψυχῆς ἔχοντας καὶ ὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ μὴ ὑπνηλὸν μηδὲ ὕπτιον, ἐλευθερίας γέμον πολλῆς, πόῤῥω ἀναισχυντίας γε μὴν καὶ ἰταμότητος, ἐγρηγορὸς, ὑγιὲς, μήτε στυγνὸν σφόδρα καὶ κατηφὲς, μήτε διακεχυμένον καὶ ὑγρόν. Τοῦτον ἡμεῖς κύριοι δημιουργῆσαι τὸν ὀφθαλμὸν, καὶ ὀξυδερκῆ ποιῆσαι καὶ καλόν. Ὅταν γὰρ αὐτὸν μὴ πρὸς τὸν καπνὸν ἄγωμεν, μηδὲ πρὸς τὴν κόνιν (τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα πράγματα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ μετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέμοντα πολλῆς καὶ καθαρότητος καὶ πολλῆς τῆς τέρψεως, ἀνακτησόμεθα ταχέως αὐτὸν, καὶ ῥώσομεν ἐντρυφῶντα τῇ τοιαύτῃ θέᾳ. Εἶδες πλεονεξίαν, καὶ πλοῦτον πολὺν ἔχοντά τινα; μὴ ἐπαγάγῃς ἐκεῖ τὸν ὀφθαλμόν σου· βόρβορός ἐστι τὸ πρᾶγμα, καπνός ἐστιν, ἀτμὸς πονηρὸς, σκότος