1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

93

Πέρσας ἀκούσας ὁ στρατὸς 293 ὅτι τινὲς τῆς συγκλήτου Ῥώμης αὐτὸν ὠνόμασαν βασιλέα, ἀνηγόρευσαν τὸν αὐτὸν Νίγερτα βασιλέα. καὶ παρέλαβε πᾶσαν τὴν ἀνατολὴν ἕως τῆς Αἰγύπτου· ὅντινα οὐκ ἐδέξαντο οἱ Λαοδικεῖς Σύροι, ἀλλ' ἀντέστησαν αὐτῷ. καὶ φοσατεύσας παρέλαβε Λαοδίκειαν, καὶ ἔστρεψεν αὐτὴν καὶ κατέσφαξε πάντας. Καὶ ἐπεστράτευσε κατ' αὐτοῦ ὁ αὐτὸς Σέβηρος, καὶ καταδιώξας ἔφθασεν αὐτὸν ἐν Θηβαΐδι τῆς Αἰγύπτου· ὅντινα πολέμῳ συλλαμβανόμενος ἐφόνευσεν. καὶ ὑποστρέψας ἀπὸ τῆς Θηβαΐδος μετὰ τὴν νίκην ἠγανάκτει κατὰ τῶν Ἀλεξανδρέων, διότι ἐδέξαντο τὸν Νίγερτον τύραννον καὶ ἐπέγραψαν εἰς τὰς πόρτας αὐτῶν, Τοῦ κυροῦ Νίγερος ἡ πόλις. καὶ ἀπαντήσαντες τῷ αὐτῷ βασιλεῖ Σεβήρῳ οἱ δῆμοι τῆς αὐτῆς Ἀλεξανδρέων μεγάλης πόλεως ἔκραζον ταῦτα, Οἴδαμεν, εἰρήκαμεν, Τοῦ κυροῦ Νίγερος ἡ πόλις· σὺ ἦσθα ὁ κῦρις αὐτοῦ. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας συνεχώρησεν αὐτοῖς τὸ πταῖσμα καὶ ἰνδουλγεντίας αὐτοῖς παρασχὼν ἐδέξατο αὐτούς. καὶ ἔκτισεν αὐτοῖς δημόσιον λουτρόν, ὃ ἐπεκάλεσε Σεβήριον· ἔκτισε δὲ καὶ ἱερὸν τῆς Ῥέας. ἐν τῷ δὲ μέλλειν αὐτὸν ἐξιέναι συνέσχε Θερμόν τινα ὀνόματι, ὅστις ὑπῆρχε τῶν πρώτων ἀξιωματικῶν Ἀλεξανδρείας τῆς μεγάλης καὶ ἀγαπώμενος ἀπὸ τῶν πολιτῶν· ὅστις Θερμὸς ἦν κτίσας ἐν τῇ πόλει ἐκ τῶν ἰδίων δημόσιον λουτρόν, ὃ ἐπεκάλεσε Θέρμα εἰς ὄνομα ἑαυτοῦ. ὅντινα Θερμὸν ἐδήμευσεν Σέβηρος, ὡς φίλον τοῦ Νίγερος. ἀπὸ δὲ Ἀλεξανδρείας ἐξελθὼν ἦλθεν ἐν Λαοδικείᾳ τῆς Συρίας, καὶ 294 ἐπῄνησε τοὺς ὑπολειφθέντας Λαοδικεῖς, καὶ πολλὰ αὐτοῖς ἐχαρίσατο καὶ δίκαιον μητροπόλεως παρέσχε τῇ αὐτῇ πόλει τὸν χρόνον τῆς βασιλείας αὐτοῦ καὶ μόνον, καὶ Σεπτιμίους ἐκέλευσεν αὐτοὺς χρηματίζειν εἰς τὸ ἴδιον αὐτοῦ ἐπώνυμον, καὶ ἀξίας συγκλητικῶν παρέσχε τοῖς περισωθεῖσιν ἀξιωματικοῖς τῆς αὐτῶν Λαοδικέων πόλεως, διότι οὐκ ἐδέξαντο τὸν τύραννον Νίγερα, ἀλλ' ἐπολέμησαν αὐτῷ. καὶ παρέσχεν αὐτοῖς καὶ σιτωνικὰ χρήματα πολλὰ καὶ πολιτικὰ χρήματα πολλά, ἐτήσια θεσπίσας ἔχειν αὐτοὺς εἰς ἐπανόρθωσιν τῆς πόλεως αὐτῶν, ὅτι ὅτε ἦν παραλαβὼν αὐτὴν ὁ Νίγερ, ἔκαυσε καὶ ἔστρεψε καὶ πάντας κατέσφαξε τοὺς ἀντισταθέντας καὶ πολεμήσαντας αὐτῷ. ἔκτισε δὲ τοῖς αὐτοῖς Λαοδικεῦσιν ὁ Σέβηρος καὶ Ἱππικὸν καὶ Κυνήγιον καὶ δημόσιον λουτρὸν πλησίον κάτω τοῦ λιμένος, εὑρηκὼς ἐκεῖ πηγήν. ἔκτισε δὲ ἐκεῖ καὶ τὸ λεγόμενον Ἑξάστῳον. Ἐλθὼν δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πολλὰ καὶ αὐτοῖς ἐχαρίσατο· κληδόνα γὰρ νίκης ἔδωκαν αὐτῷ κράζοντες, ἐξιόντι εἰς Αἴγυπτον κατὰ Νίγερος. ἔκτισε δὲ τοῖς αὐτοῖς Ἀντιοχεῦσι δημόσιον λουτρὸν μέγα παρὰ τὸ ὄρος, ὃ ἐπεκάλεσεν εἰς ὄνομα αὐτοῦ Σεβηριανόν. ἐκέλευσε δὲ τοῖς αὐτόθι πολιτευομένοις ἐκ τῆς περισσείας τῶν ἀπομεινάντων ἐγκαυστικῶν χρημάτων ἐκ τῶν δημοσίων τῶν πεσόντων κτίσαι τῇ πόλει δημόσιον λουτρὸν ἄλλο· οἵτινες πολιτευόμενοι ἀγοράσαντες τὴν οἰκίαν πᾶσαν τῆς Λιβίας τῆς πολιτίσσης καὶ τὸ λουτρὸν αὐτῆς καὶ τὸν κῆπον ἔκτισαν ἐκεῖ 295 δημόσιον λουτρὸν εἰς τὴν πεδιάδα τῆς πόλεως. ὅπερ δημόσιον πληρώσαντες ἐπωνόμασαν διαφθονούμενοι ἀλλήλοις Λιβιανὸν εἰς ὄνομα τῆς πωλησάσης τὸν τόπον. ὁ δὲ αὐτὸς Σέβηρος ἐξελθὼν εἰς ἄλλον πόλεμον ἐτελεύτησεν εἰς τὸ βαρβαρικὸν ἐπὶ τὴν δύσιν, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Σεβήρου ἐβασίλευσεν Ἀντωνῖνος Γέτας ἔτος αʹ. ἦν δὲ κονδοειδής, πλάτοψις, σιμός, ὑποφάλακρος, μιξοπόλιος, προγάστωρ, μεγαλόστομος, λευκόχρους, μικρόφθαλμος. ἀνεῖλεν δὲ αὐτὸν ὁ στρατός, καὶ τελευτᾷ ὢν ἐνιαυτῶν ναʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Γέτα ἐβασίλευσεν Ἀντωνῖνος ὁ Καράκαλλος, υἱὸς Σεβήρου ἔτη ςʹ καὶ ἡμέρας κβʹ. ἦν δὲ εὐμήκης καὶ εὐσθενής, εὔχροος, στρεβλόρινος, δασυπώγων, μιξοπόλιος, οὐλόθριξ. ἐφιλεῖτο δὲ ὑπὸ τοῦ δήμου Ῥώμης παντός· ἔχαιρε δὲ εἰς τὸ Πράσινον μέρος. ἐσφάγη δὲ ἐν τῷ παλατίῳ, ὡς ἐξήρχετο εἰς τὸ ἱερόν, ὢν ἐνιαυτῶν μζʹ.