1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

94

καὶ στενοχωρία πολλὴ, καὶ φροντίδων πνιγμός. Εἶδες δικαιοσύνην ἀσκοῦντα ἄνθρωπον, ἀρκούμενον τοῖς αὑτοῦ, καὶ πολλὴν ἔχοντα τὴν εὐρυχωρίαν τῆς ἀνέσεως, οὐδὲν μεριμνῶντα, οὐδὲν φροντίζοντα τῶν ἐνταῦθα; στῆσον αὐτὸν ἐκεῖ, καὶ μετεώρισον· καὶ πολλῷ καλλίονα αὐτὸν ἐργάσῃ καὶ λαμπρότερον, οὐ τοῖς τῆς γῆς ἄνθεσιν εὐωχῶν, ἀλλὰ τοῖς τῆς ἀρετῆς, σωφροσύνῃ, ἐπιεικείᾳ, καὶ τοῖς ἄλλοις ἅπασιν. Οὐδὲν γὰρ οὕτω ταράττει ὀφθαλμὸν, ὡς συνειδὸς πονηρόν· Ἐταράχθη, φησὶν, ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· οὐδὲν οὕτω σκοτοῖ. Ταύτης αὐτὸν ἀπάλλαξον τῆς ἐπηρείας, καὶ φαιδρὸν ἐργάσῃ καὶ ἰσχυρὸν, ἀεὶ τρεφόμενον ἐλπίσιν ἀγαθαῖς. Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ τοῦτον καὶ τὰς ἄλλας τῆς ψυχῆς ἐνεργείας κατασκευάσαι τοιαύτας, οἵας ὁ Χριστὸς βούλεται· ἵνα τῆς ἐπικειμένης ἡμῖν κεφαλῆς ἄξιοι γενόμενοι, ἀπέλθωμεν ἔνθα θέλει. Φησὶ γάρ· Θέλω ἵν', ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα τὴν δόξαν τὴν ἐμὴν ὁρῶσιν· ἧς γένοιτο ἀπολαῦσαι πάντας ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Ἀνώτερον λέγων, ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ

ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ποιῆ σαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶ τον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώ ματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐ δέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπο πόδιον τῶν ποδῶν αὐτοῦ. αʹ. Ἐν μὲν τοῖς ἔμπροσθεν ἔδειξεν ἀνωφελεῖς τὰς θυσίας οὔσας πρὸς τὴν τελείαν καθαρότητα, καὶ τύπον οὔσας, καὶ πολὺ λειπομένας. Ἐπεὶ οὖν ἀντέπιπτεν 63.134 αὐτῷ τοῦτο, εἰ τύποι εἰσὶ, πῶς τῆς ἀληθείας ἐλθούσης, οὐκ ἐπαύσαντο οὐδὲ ὑπεχώρησαν, ἀλλ' ἐπιτελοῦνται; Αὐτὸ δὲ τοῦτο ἐνταῦθα ἐργάζεται, δεικνὺς ὅτι οὐκέτι τελοῦνται· οὐδὲ ὡς τύπος, οὐ γὰρ αὐτὰς προσίεται ὁ Θεός. Καὶ τοῦτο οὐκ ἀπὸ τῆς Καινῆς πάλιν, ἀλλ' ἀπὸ τῶν προφητῶν δείκνυσιν, ἄνωθεν τὴν ἰσχυροτάτην παράγων μαρτυρίαν, ὅτι λήγει καὶ παύεται, καὶ εἰκῆ πάντα πράττουσιν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες. Καὶ δείκνυσιν ἐκ περιουσίας οὐ νῦν αὐτὰς πεπαυμένας, ἀλλὰ καὶ παρ' αὐτὴν τοῦ Χριστοῦ τὴν παρουσίαν, μᾶλλον δὲ, καὶ πρὸ τῆς αὐτοῦ παρουσίας, καὶ πῶς οὐ τελευταῖον ἔλυσεν αὐτὰς ὁ Χριστὸς, ἀλλὰ πρότερον ἐλύθησαν, καὶ τότε ἦλθε· πρότερον ἐπαύθησαν, καὶ τότε αὐτὸς παρεγένετο. Ἵνα γὰρ μὴ λέγωσι, καὶ χωρὶς ταύτης 63.135 τῆς θυσίας ἠδυνάμεθα εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δι' ἐκείνων ἀνέμεινεν αὐτὰς ἐλεγχθῆναι, καὶ τότε αὐτὸς παρεγένετο· Θυσίαν γὰρ, φησὶ, καὶ προσφορὰν οὐκ ἠθέλησας. Πάντα ἀνεῖλε διὰ τούτου· καὶ γενικῶς εἰπὼν, λέγει καὶ ἰδικῶς· Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Προσφορὰ δὲ πᾶν τὸ ἐκτὸς τῆς θυσίας ἦν. Τότε εἶπον· Ἰδοὺ ἥκω. Περὶ τίνος τοῦτο εἴρηται; Περὶ οὐδενὸς ἑτέρου, ἀλλ' ἢ περὶ τοῦ Χριστοῦ. Ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθί φησιν· ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα, καὶ πεφανερῶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα. Τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; Οὐκ ἀπὸ τοῦ πολλάκις μόνον δῆλον, φησὶν, ὅτι ἀσθενεῖς εἰσι καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν, ὡς ἀνονήτους καὶ ἀνωφελεῖς. Τοῦτο αὐτὸ δηλῶν καὶ ἀλλαχοῦ φησιν, ὅτι, Εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν. Ἄρα καὶ διὰ τούτου δηλοῖ ὅτι οὐ θέλει. Ἄρα οὖν οὐχ αἱ θυσίαι τὸ θέλημα τοῦ