1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

95

Θεοῦ, ἀλλ' ἡ τῶν θυσιῶν ἀναίρεσις· οὐκοῦν παρὰ τὸ θέλημα θύουσι. Τί ἐστι, Τοῦ ποιῆσαι τὸ θέλημά σου; Τοῦ ἐμαυτὸν, φησὶ, ἐκδοῦναι· τοῦτο τοῦ Θεοῦ θέλημα. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν. Ἔτι διὰ τούτου καὶ ἄλλως δείκνυσιν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ. Ἄρα οὖν τὸ θύειν οὐ θέλημα τοῦ Θεοῦ. Καὶ τί θαυμάζεις, εἰ νῦν οὐ θέλημά ἐστι τοῦ Θεοῦ, ὅπου γε μηδὲ ἐξ ἀρχῆς θέλημα ἦν; Τίς γὰρ ἐξεζήτησε ταῦτα, φησὶν, ἐκ τῶν χειρῶν ὑμῶν; Πῶς οὖν αὐτὸς ἐπέταξε; Συγκαταβαίνων· ὥσπερ καὶ ὁ Παῦλος φαίνεται λέγων· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ· καὶ πάλιν παραινῶν ἀλλαχοῦ φησι· Βούλομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν. ∆ύο θελήματα τίθησιν, ἀλλ' οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει· ἀλλὰ τοῦτο μὲν αὐτοῦ, διὸ καὶ χωρὶς αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται, διὸ καὶ μετὰ αἰτίας πρόσκειται. Πρότερον γὰρ κατηγορήσας αὐτῶν, ὅτι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησί· Βούλομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν. Οὕτω δὴ καὶ ἐνταῦθα συγκαταβαίνων οἰκονομεῖ· οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι. Οὕτω καὶ περὶ τοῦ θανάτου λέγων· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν αὐτόν· καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ μόνον ἠβουλήθη, ἀλλὰ καὶ ἐπεθύμησε τοῦτο· καίτοι γε ἐναντία ταῦτα ἀλλήλοις· ἐπιθυμία γὰρ ἐπιτεταμένη ἡ βούλησίς ἐστι. Πῶς οὖν οὐ θέλων, ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ τοῦ σφόδρα θέλειν ἐστὶ σημεῖον; Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, φησί. Πῶς δὲ ἡγιασμένοι, αὐτὸς ἑρμηνεύσει ἐπάγων· ∆ιὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας. Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σημεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι· Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶ 63.136 σιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἶπεν, ὅτι ἐκεῖναι οὐ προσφέρονται· συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων· ἄλλως δὲ καὶ ῥητὸν παρέστησε προφητικὸν λέγον, ὅτι Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Εἶπεν, ὅτι ἀφῆκε τὰς ἁμαρτίας. Πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφου μαρτυρίας πιστοῦται· Μαρτυρεῖ γὰρ ἡμῖν, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ εἰρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. Οὐκοῦν ἀφῆκε τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκε· τὴν δὲ διαθήκην διὰ τῆς θυσίας ἔδωκεν. Εἰ τοίνυν ἀφῆκε τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας. Ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος. Καὶ τίνος ἕνεκεν ἡ ἀναβολή; Ἵνα τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Μιᾷ γὰρ, φησὶ, προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικε; ∆ιὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι. Πόθεν οὖν δῆλον ὅτι τεθήσονται; ∆ιὰ τοῦ εἰπεῖν, ὅτι ἐκάθισεν. Ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγούσης· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν. Εἶτα ἐπειδὴ εἶπεν, Ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ, σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται. Τίνες δὲ οἱ ἐχθροὶ, ἀλλ' ἢ οἱ ἄπιστοι πάντες, οἱ δαίμονες; οὐ γὰρ δὴ μόνον Ἰουδαῖοι; Καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόμενος, οὐκ εἶπεν, Ὑποταγῶσιν, ἀλλὰ, Τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ. Μὴ τοίνυν γενώμεθα τῶν ἐχθρῶν· οὐ γὰρ ἐκεῖνοι μόνον ἐχθροὶ οἱ ἄπιστοι καὶ Ἰουδαῖοι, ἀλλὰ καὶ οὗτοι οἱ βίου ἀκαθάρτου πλήρεις ὄντες· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται·