1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

98

παλάτιον μέγα, εὑρὼν θεμελίους τεθέντας πρῴην μὲν ὑπὸ Γαλλιηνοῦ τοῦ καὶ Λικιννιανοῦ. ἔκτισε δὲ ὁ αὐ 307 τὸς ∆ιοκλητιανὸς καὶ δημόσιον λουτρὸν εἰς τὴν πεδιάδα, πλησίον τοῦ παλαίου ἱππικοῦ, ὅπερ ἐκάλεσε τὸ ∆ιοκλητιανόν. ἔκτισε δὲ καὶ ὡρεῖα λόγῳ ἀποθέτων σίτου· καὶ μέτρα δὲ σίτου πᾶσιν ἔδωκε καὶ τῶν πιπρασκομένων ἄλλων πάντων διὰ τὸ μὴ ἐπηρεάζεσθαί τινα τῶν ἀγοραίων ἀπὸ τῶν στρατιωτῶν· ἔκτισε δὲ καὶ τὸ στάδιον τὸ λεγόμενον ἐν ∆άφνῃ διὰ τοὺς Ὀλυμπικοὺς καὶ τοὺς λοιποὺς ἀγωνιστάς, ὥστε μὴ ἀπιέναι ἐν κοτρίγαις καὶ στεφανοῦσθαι ἐν Ἀργυρῷ ποταμῷ, ἀλλὰ μετὰ τὸ ἀγωνίσασθαι πάντας ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀνιέναι αὐτοὺς ἐν τῇ λεγομένῃ ∆άφνῃ, καὶ μὴ ἵνα τοσοῦτον διάστημα ὁδοῦ ἀπέρχωνται ἐν τῷ Ἀργυρῷ ποταμῷ ἐν κοτρίγαις τῆς Κιλικίας, καὶ οἱ Ὀλυμπικοὶ καὶ οἱ Ἀντιοχεῖς ἀπιόντες κατὰ τὸ Ὀλύμπια, καθὼς καὶ ἐν τῇ θείᾳ αὐτοῦ διατάξει ἐκέλευσεν ἐν ∆άφνῃ δαφνοῦσθαι τοὺς ἀγωνιζομένους ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων. ἔκτισε δὲ ἐν αὐτῷ τῷ σταδίῳ ∆άφνης ἱερὸν Ὀλυμπίου ∆ιός, καὶ ἐν τῇ σφενδόνῃ τοῦ αὐτοῦ σταδίου ἔκτισεν ἱερὸν τῇ Νεμέσει. ἀνενέωσε δὲ καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερόν, κοσμήσας διαφόροις μαρμάροις. ἔκτισε δὲ καὶ τῇ Ἑκάτῃ ἱερὸν καταχθόνιον βαθμῶν τξεʹ. ἔκτισε δὲ ἐν ∆άφνῃ καὶ παλάτιον εἰς τὸ τοὺς ἀνιόντας βασιλεῖς ἐκεῖ καταμένειν, ἐπειδὴ πρῴην εἰς τὸ ἄλσος ἐποίουν παπυλεῶνας καὶ κατέμενον. ἔκτισε δὲ καὶ φαβρικὰς τρεῖς πρὸς τὸ κατασκευάζεσθαι ὅπλα τῷ στρατῷ, ἔκτισε δὲ καὶ ἐν Ἐδέσῃ φαβρικὰ διὰ τὸ τὰ ὅπλα ἐγγὺς χορηγεῖσθαι· ὡσαύτως δὲ καὶ ἐν ∆αμασκῷ ἔκτισε φαβρικά, ἐννοήσας 308 τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν. ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ Μό308 νηταν, ὥστε χαράσσεσθαι ἐκεῖ νομίσματα· ἦν γὰρ ἡ αὐτὴ Μόνητα ἀπὸ σεισμοῦ καταστραφεῖσα· καὶ ἀνενεώθη. ἔκτισε δὲ καὶ λουτρόν, ὅπερ ἐκάλεσε συγκλητικόν, ὁμοίως δὲ καὶ ἄλλα γʹ λουτρά. Ὁ δὲ Καῖσαρ Μαξιμιανὸς ἀπελθὼν κατὰ Περσῶν καὶ νικήσας αὐτοὺς κατὰ κράτος ἐπανῆλθεν ἐν Ἀντιοχείᾳ, λαβὼν αἰχμάλωτον τὴν τοῦ βασιλέως τῶν Περσῶν γυναῖκα. ἐκείνων φυγόντων μετὰ ὀλίγων ἀνδρῶν εἰς τὸ Ἰνδολίμιτον, τοῦ πλήθους αὐτῶν ἀναλωθέντος. ἡ δὲ βασίλισσα τῶν Περσῶν Ἀρσανὴ ᾤκησεν ἐν ∆άφνῃ φυλαττομένη κατὰ κέλευσιν τοῦ βασιλέως Ῥωμαίων ∆ιοκλητιανοῦ μετὰ τιμῆς ἐπὶ χρόνον. καὶ μετὰ ταῦτα πάκτων εἰρήνης γενομένων ἀπεδόθη Πέρσαις τῷ ἰδίῳ αὐτῆς ἀνδρί, φυλαχθεῖσα μετὰ τιμῆς. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ δωρεαὶ παρεσχέθησαν παρὰ τοῦ βασιλέως πάσῃ τῇ Ῥωμαίων πολιτείᾳ ὑπὲρ τῶν ἐπινικίων. Ἔκτισε δὲ καὶ εἰς τὰ λίμιτα κάστρα ὁ αὐτὸς ∆ιοκλητιανὸς ἀπὸ τῆς Αἰγύπτου ἕως τῶν Περσικῶν ὅρων, τάξας ἐν αὐτοῖς στρατιώτας λιμιτανέους, προχειρισάμενος καὶ δοῦκας κατὰ ἐπαρχίαν ἐνδοτέρω τῶν κάστρων καθέζεσθαι μετὰ πολλῆς βοηθείας πρὸς παραφυλακήν. καὶ ἀνήνεγκαν τῷ βασιλεῖ καὶ τῷ Καίσαρι στήλας ἐν τῷ λιμίτῳ τῆς Συρίας. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐτυράννησαν οἱ Αἰγύπτιοι καὶ ἐφόνευσαν τοὺς ἄρχοντας αὑτῶν. καὶ ἐπεστράτευσε κατ' αὐτῶν ὁ αὐ 309 τὸς ∆ιοκλητιανός, καὶ ἐπολέμησεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, πολιορκήσας αὐτὴν καὶ ποιήσας φοσάτα, κόψας τὸν ἀγωγὸν καὶ στρέψας αὐτὸν ἀπὸ τοῦ λεγομένου Κανώπου καὶ παρέχοντα χρῆσιν τῇ πόλει. παραλαβὼν δὲ Ἀλεξάνδρειαν ἐνέπρησεν αὐτήν· εἰσῆλθε δὲ ἐν αὐτῇ ἔφιππος, τοῦ ἵππου αὐτοῦ περιπατοῦντος ἐπάνω τῶν λειψάνων. ἦν δὲ κελεύσας τῷ ἐξπεδίτῳ μὴ φείσασθαι τοῦ φονεύειν, ἕως οὗ ἀνέλθῃ τὰ αἵματα τῶν σφαζομένων ἕως τὸ γόνυ τοῦ ἵππου οὗ ἐκάθητο. συνέβη δὲ κατὰ κέλευσιν θεοῦ πλησίον τῆς πόρτας εἰσελθόντος αὐτοῦ τὸν ἵππον ἐν ᾧ ἐκάθητο ὁ βασιλεὺς πατῆσαι λείψανον ἀνθρώπου καὶ κονδάψαντα εἰς αὐτὸ γονατίσαι καὶ αἱματωθῆναι τὸ γόνυ τοῦ ἵππου· καὶ προσεσχηκὼς ἔδωκεν ἰνδουλγεντίας, καὶ ἐπαύσαντο οἱ στρατιῶται κόπτοντες τοὺς πολίτας Ἀλεξανδρείας. καὶ ἀνέστησαν οἱ