1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

99

βέβηλος εἴσεισιν. Ἐκεῖνοι τὸ σῶμα ἐῤῥαντίζοντο, ἡμεῖς τὴν συνείδησιν· ὥστε ἔστι καὶ νῦν περιῤῥαντίζεσθαι, ἀλλ' αὐτῇ τῇ ἀρετῇ. Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. Τὸ λουτρὸν ἐνταῦθά φησιν, ὅπερ οὐκ ἔστι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ τί ἐπαγγειλάμενος ἔστι πιστός; Ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν. Μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει· πίστεως δεῖται τὰ ἡμέτερα. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν· Ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν. Τί ἐστι, Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν; Οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς, φησὶν, συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν· καὶ πάλιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ τὰ τῆς ἀγάπης αὐξάνεται διὰ τῆς ἐπισυναγωγῆς· τῆς δὲ ἀγάπης αὐξανομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς ὑπὸ τοῦ λαοῦ γινομένη. Καθὼς ἔθος τισίν. Ἐνταῦθα οὐ μόνον παρῄνεσεν, ἀλλὰ καὶ ἐμέμψατο. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Οἶδε καὶ τοῦτο γινόμενον ἀπὸ τῆς ἐπισυναγωγῆς αὐτῶν. Καθάπερ γὰρ σίδηρος σίδηρον ὀξύνει, οὕτω καὶ ἡ συνουσία τὴν ἀγάπην αὔξει. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πῦρ ἀφίησι, πόσῳ μᾶλλον ψυχὴ πρὸς ψυχὴν ἀναμιγνυμένη; Ὅρα· οὐκ, Εἰς ζῆλον, φησὶν, ἀλλ', Εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστιν, Εἰς παροξυσμὸν ἀγάπης; Εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι. Προστίθησι δὲ, Καὶ καλῶν ἔργων, ὥσ 63.141 τε ζῆλον λαβεῖν· εἰκότως. Εἰ γὰρ τὸ ποιεῖν, φησὶ, τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν· πολλοὺς ἔχετε καὶ ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας. Τί ἐστι, Προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας; Τουτέστι, χωρὶς ὑποκρίσεως· Οὐαὶ γὰρ καρδίᾳ δειλῇ, καὶ χερσὶ παρειμέναις. Μηδεὶς ἔστω, φησὶ, ψεῦδος ἐν ὑμῖν· μὴ ἕτερα μὲν λέγωμεν, ἕτερα δὲ φρονῶμεν· τοῦτο γὰρ ψεῦδος· μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ οὐκ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν πληροφορήσωμεν ἑαυτοὺς διὰ τῆς πίστεως. Ἐῤῥαντισμένοι τὰς καρδίας. ∆ιὰ τί μὴ εἶπε, Κεκαθαρμένοι, ἀλλὰ, Ἐῤῥαντισμένοι; Τὴν διαφορὰν τῶν περιῤῥαντήριων δεῖξαι βουλόμενος, καὶ ὅτι τὸ μὲν τοῦ Θεοῦ, τὸ δὲ ἡμέτερον. Τὸ μὲν γὰρ λοῦσαι καὶ περιῤῥᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ· τὸ δὲ μετὰ ἀληθείας προσελθεῖν καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον. Εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου. Τί ἐστι, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ; Ἤτοι τῷ καθαροὺς ποιοῦντι λέγει, ἢ τῷ μὴ ἔχοντι αἷμα. Εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην. Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν, φησὶν, ἑαυτῶν· ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνόδους διατέμνουσι, τοῦτο αὐτοῖς ἀπαγορεύει. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Ἀλλὰ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστι, Κατανοῶμεν ἀλλήλους; Οἷον, εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνονται. βʹ. Μέγα ἀγαθὸν ἡ σύνοδος· αὕτη γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά· οὐδὲν γάρ ἐστιν ἀγαθὸν, ὃ μὴ δι' ἀγάπης γίνεται. Ταύτην οὖν κυρώσωμεν εἰς ἀλλήλους· Πλήρωμα γὰρ νόμου ἐστὶν ἡ ἀγάπη. Οὐ δεῖ πόνων ἡμῖν, οὐδὲ ἱδρώτων, ἐὰν ἀγαπῶμεν ἀλλήλους· αὐτόματός τίς ἐστιν ὁδὸς φέρουσα πρὸς τὴν ἀρετήν. Καθάπερ γὰρ ἐπὶ τῆς λεωφόρου, ἐάν τις εὕρῃ τὴν ἀρχὴν, ὁδηγεῖται ὑπ' αὐτῆς, καὶ οὐ δεῖται χειραγωγοῦ· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης, μόνον ἐπιλαβοῦ τῆς ἀρχῆς, καὶ εὐθέως χειραγωγῇ ὑπ' αὐτῆς καὶ εὐθύνῃ. Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ,