100
χρηστεύεται, οὐ λογίζεται τὸ κακόν. Ἐὰν ἐννοήσῃ τις αὐτὸς ἑαυτὸν, πῶς διάκειται πρὸς ἑαυτὸν, καὶ οὕτω πρὸς τὸν πλησίον διακείσθω. Οὐδεὶς φθονεῖ ἑαυτῷ, πάντα ἑαυτῷ εὔχεται τὰ ἀγαθὰ, πάντων ἑαυτὸν προτιμᾷ, πάντα ὑπὲρ ἑαυτοῦ βούλεται ποιεῖν. Ἐὰν τοίνυν καὶ πρὸς τοὺς ἄλλους οὕτω διακεώμεθα, πάντα λέλυται τὰ δεινὰ, οὐκ εἰσὶν ἔχθραι, οὐκ ἔστι πλεονεξία· τίς γὰρ ἂν ἕλοιτο πλεονεκτῆσαι ἑαυτόν; Οὐδείς· ἀλλὰ μᾶλλον πᾶν τοὐναντίον. Οὐκοῦν κοινὰ πάντα κτησώμεθα, καὶ μὴ παυσώμεθα συνάγοντες ἑαυτούς· κἂν τοῦτο ποιῶμεν, μνησικακία χώραν οὐκ ἂν ἔχοι· τίς γὰρ ἕλοιτο ἂν ἑαυτῷ μνησικακεῖν; τίς ἂν ἕλοιτο ἑαυτῷ ὀργίζεσθαι; οὐχὶ μάλιστα πάντων ἑαυτοῖς συγγινώσκομεν; Ἐὰν οὕτω καὶ πρὸς τοὺς πλησίον διακεώμεθα, οὐδέποτε ἔσται μνησικακία. Καὶ πῶς δυνατὸν, φησὶ, τὸν πλησίον οὕτως 63.142 ἀγαπῆσαι, ὡς αὐτὸς ἑαυτόν; Εἰ μὴ ἐποίησαν τοῦτο ἕτεροι, καλῶς ἀδύνατον εἶναι τοῦτο νομίζεις· εἰ δὲ ἐποίησαν, δῆλον ὅτι διὰ ῥᾳθυμίαν παρ' ἡμῶν οὐ γίνεται. Ἄλλως δὲ, οὐδὲν ἀδύνατον ἐπιτάττει ὁ Χριστὸς, ὅπου γε πολλοὶ καὶ ὑπερέβησαν αὐτοῦ τὰ προστάγματα. Τίς οὖν ἐποίησε τοῦτο; Ὁ Παῦλος, ὁ Πέτρος, πᾶς ὁ τῶν ἁγίων χορός. Ἀλλ' ἐὰν μὲν εἴπω ὅτι τοὺς πλησίον ἠγάπησαν, οὐδὲν μέγα ἐρῶ· τοὺς ἐχθροὺς οὕτως ἠγάπησαν, ὡς οὐκ ἄν τις ἀγαπήσειε τοὺς ὁμοψύχους. Τίς γὰρ ἂν ἕλοιτο ἡμῶν ὑπὲρ τῶν ὁμοψύχων εἰς γέενναν ἀπελθεῖν, μέλλων εἰς βασιλείαν ἀπιέναι; Οὐδείς· ἀλλὰ ὁ Παῦλος ὑπὲρ τῶν ἐχθρῶν τοῦτο εἵλετο, τῶν λιθασάντων αὐτὸν, τῶν μαστιξάντων. Ποία οὖν ἡμῖν ἔσται συγγνώμη, τίς παραίτησις, εἰ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης, ἧς ἐπεδείξατο περὶ τοὺς ἐχθροὺς ὁ Παῦλος, ἡμεῖς περὶ τοὺς φίλους ἐπιδειξαίμεθα; Καὶ ὁ μακάριος δὲ Μωϋσῆς πρὸ τούτου ὑπὲρ τῶν ἐχθρῶν ἠθέλησε τῶν λιθασάντων αὐτὸν ἐξαλειφθῆναι τῆς βίβλου τοῦ Θεοῦ· καὶ ὁ ∆αυῒδ τοὺς ἀντιστάντας αὐτῷ ὁρῶν ἀναιρουμένους, φησίν· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ οὗτοι τί ἐποίησαν; καὶ τὸν Σαοὺλ εἰς χεῖρας λαβὼν, ἀνελεῖν οὐκ ἠβουλήθη, ἀλλὰ διέσωζε, καὶ ταῦτα μέλλων αὐτὸς κινδυνεύειν. Εἰ δὲ ἐν τῇ Παλαιᾷ ταῦτα, τίνα συγγνώμην ἕξομεν ἡμεῖς οἱ ἐν τῇ Καινῇ πολιτευόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ ἐκείνοις φθάνοντες μέτρον; Εἰ γὰρ, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλέον τῶν Φαρισαίων καὶ Γραμματέων, οὐκ εἰσελευσόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅταν καὶ ἔλαττον ἐκείνων ἔχωμεν, πῶς εἰσελευσόμεθα; Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἔσεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ἀγάπησον τοίνυν ἐχθρόν· οὐ γὰρ ἐκεῖνον εὐεργετεῖς, ἀλλὰ σαυτόν. Πῶς; Ἴσος γίνῃ τοῦτο ποιῶν τῷ Θεῷ. Ἐκεῖνος ἐὰνἀγαπηθῇ παρὰ σοῦ, οὐδὲν μέγα ἐκέρδανε· παρὰ γὰρ ὁμοδούλου ἠγαπήθη· σὺ δὲ ἐὰν ἀγαπήσῃς τὸν ὁμόδουλον, μέγα ἐκέρδανας· γίνῃ γὰρ ὅμοιος τῷ Θεῷ. Ὁρᾷς ὅτι οὐκ ἐκείνῳ χαρίζῃ, ἀλλὰ σαυτῷ; τὸ γὰρ ἔπαθλον οὐκ ἐκείνῳ τίθησιν, ἀλλὰ σοί. Τί οὖν, ἐὰν ᾖ πονηρὸς, φησί; Τοσούτῳ μείζων ὁ μισθός· καὶ τῆς πονηρίας ὀφείλεις αὐτῷ χάριν εἰδέναι, κἂν μυρία εὐεργετούμενος κακὸς ᾖ. Εἰ μὴ γὰρ σφόδρα κακὸς ἦν, οὐκ ἄν σοι σφόδρα ὁ μισθὸς ηὐξήθη. Ὥστε ἡ αἰτία τοῦ μὴ ἀγαπᾷν, τὸ λέγειν ὅτι πονηρός ἐστιν, αὕτη αἰτία ἐστὶ τοῦ ἀγαπᾷν. Ἆρον τὸν ἀνταγωνιστὴν, καὶ ἀναιρεῖς τῶν στεφάνων τὴν ἀφορμήν. Οὐχ ὁρᾷς τοὺς ἀθλητὰς, πῶς θυλάκους ἄμμου πληρώσαντες, οὕτω γυμνάζονται; Σοὶ δὲ οὐ χρεία ἐπιτηδεῦσαι τοῦτο· γέμει ὁ βίος τῶν γυμναζόντων σε, καὶ ποιούντων ἰσχυρόν. Οὐχ ὁρᾷς ὅτι καὶ τὰ δένδρα ὅσῳ ἂν ὑπὸ ἀνέμων ῥιπίζηται, τοσούτῳ μᾶλλον ἰσχυρότερα γίνεται καὶ πυκνότερα; Καὶ ἡμεῖς τοίνυν ἂν ὦμεν μακρόθυμοι, καὶ ἰσχυροὶ ἐσόμεθα· Ἀνὴρ γὰρ, φησὶ, μακρόθυμος, πολὺς ἐν φρονήσει· ὁ δὲ ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων. Ὁρᾷς ὅσον τούτου τὸ ἐγκώμιον; ὁρᾷς ὅσον ἐκείνου τὸ κατηγόρημα; Ἰσχυρῶς ἄφρων, τουτέστι, πάνυ. Μὴ τοίνυν μικροψυχῶμεν πρὸς ἀλλήλους· οὐ γὰρ ἀπὸ τῆς ἔχθρας γίνεται τοῦτο, ἀλλ' ἀπὸ τοῦ ψυχὴν μικρὰν ἔχειν· ὡς ἐὰν ᾖ ἰσχυρὰ, πάντα οἴσει ῥᾳδίως, καὶ οὐδὲν αὐτὴν καταποντίσαι δυνήσε 63.143 ται, ἀλλ' εἰς τοὺς εὐδιεινοὺς ἀπάξει λιμένας· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου