1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

101

ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ 63.144 Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κʹ.

Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα βεῖν τὴν ἐπίγνωσιν τῆς

ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλ λοντος τοὺς ὑπεναντίους. αʹ. Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιμελείας ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται. Τοιοῦτον δή τι καὶ ἐπὶ τοῦ φωτίσματος γίνεται. Ἐπειδὰν γὰρ ἡμᾶς ὁ Χριστὸς φυτεύσῃ, καὶ τῆς ἀρδείας ἀπολαύσωμεν τῆς πνευματικῆς, εἶτα βίον ἄκαρπον ἐπιδειξώμεθα, πῦρ ἡμᾶς ἀναμένει τὸ τῆς γεέννης, καὶ φλὸξ ἄσβεστος. Ὁ τοίνυν Παῦλος παρακαλέσας εἰς ἀγάπην καὶ καρποφορίαν ἔργων ἀγαθῶν, προτρέψας τε ἀπὸ τῶν χρηστοτέρων (ποίων δὴ τούτων; ὅτι εἴσοδον ἔχομεν εἰς τὰ ἅγια, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον), καὶ ἀπὸ τῶν σκυθρωποτέρων πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, οὕτω λέγων. Εἰπὼν γάρ· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν (καὶ αὕτη γὰρ εἰς παράκλησιν ἱκανή)· ἐπήγαγεν· Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. ∆εῖ, φησὶν, ἔργων ἀγαθῶν, καὶ σφόδρα δεῖ· Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκαθάρθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός. Ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ἐπιστρέψῃς, πάλιν ἀποκήρυξις μένει καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ ἔστι θυσία δευτέρα. Πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες, ὅτι οὐκ ἀσφαλὲς αὐτοῖς τῷ βαπτίσματι προσελθεῖν, εἴ γε οὐκ ἔστιν ἄφεσις δευτέρα· οὗτοι δὲ φάσκοντες, οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. Τί οὖν πρὸς ἀμφοτέρους ἐροῦμεν; Ὅτι οὐ σκοπῷ τοιούτῳ ἐνταῦθα τοῦτό φησι, οὐδὲ τὴν μετάνοιαν ἀναιρεῖ, ἢ τὸν διὰ μετανοίας ἐξιλασμὸν, οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας· ἀλλὰ τί; τὸ δεύτερον ἀναιρεῖ λουτρόν. Οὐ γὰρ εἶπεν· Οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ, Οὐκέτι ἐστὶν ἄφεσις, ἀλλὰ, Θυσία οὐκέτι ἐστὶ, τουτέστι, σταυρὸς δεύτερος οὐκέτι ἐστι· θυσίαν γὰρ τοῦτο καλεῖ. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· οὐχ ὥσπερ τὰ Ἰουδαϊκὰ, οὐδὲ πολλάκις. ∆ιὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας, ὅτι μία καὶ μία, οὐ τοῦτο μόνον βουλόμενος δηλῶσαι, ὅτι διενήνοχε Ἰουδαϊκῶν τούτῳ, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν. Ἑκουσίως γὰρ, φησὶν, ἁμαρτανόντων ἡμῶν. Ὁρᾷς πῶς συγγνωμονικός ἐστιν; Ἑκουσίως, φησὶν, ἁμαρτανόντων 63.144 ἡμῶν. Ὥστε τοῖς ἀκουσίως συγγνώμη ἐστί. Μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Ἤτοι τοῦ Χριστοῦ φησιν, ἢ τῶν δογμάτων ἁπάντων. Οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἀλλὰ τί; Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ὑπεναντίους οὐ τοὺς ἀπίστους μόνον φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἢ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ λήψεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους. Εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, Πυρὸς ζῆλος, εἰπὼν, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Καθάπερ γὰρ θηρίον παροξυνόμενον καὶ σφόδρα χαλεπαῖνον καὶ ἐξηγριωμένον οὐκ ἂν παύσαιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι· οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου