102
κεντούμενος, ὧν ἂν ἐπιλάβηται, οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ. Εἶτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, ὅτι εἰκότως, ὅτι δικαίως· ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον, ὅταν δείξωμεν ὅτι δικαίως γίνεται. Ἀθετήσας γὰρ, φησὶ, τὶς νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. - Χωρὶς οἰκτιρμῶν, φησίν. Ὥστε οὐδεμία συγγνώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε Μωϋσέως ὁ νόμος ἐστί· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο. Τί ἐστιν, Ἐπὶ δυσὶν ἢ τρισίν; Ἂν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν. Εἰ τοίνυν ἐπὶ τῆς Παλαιᾶς, ἔνθα ὁ Μωϋσέως ἀθετεῖται νόμος, τοσαύτη τιμωρία· πόσῳ μᾶλλον ἐνταῦθα; ∆ιὸ καὶ οὕτω φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; βʹ. Καὶ πῶς καταπατεῖ τις τὸν Υἱὸν τοῦ Θεοῦ; Ὅταν ὁ μετέχων αὐτοῦ ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, εἰπέ μοι, οὐχὶ κατεπάτησεν αὐτόν; οὐχὶ κατεφρόνησεν αὐτοῦ; Καθάπερ γὰρ τῶν καταπατουμένων οὐδένα λόγον ἔχομεν· οὕτω καὶ οἱ ἁμαρτάνοντες τοῦ Χριστοῦ οὐδένα λόγον ἔσχον, ὅθεν καὶ οὕτως ἥμαρτον. Γέγονας σῶμα Χριστοῦ, καὶ δίδως σαυτὸν τῷ διαβόλῳ, ὥστε καταπατεῖν σε; Καὶ τὸ αἷμα, φησὶ, κοινὸν ἡγησάμενος. Κοινὸν τί ἐστι; Τὸ ἀκάθαρτον, ἢ τὸ μηδὲν πλέον ἔχον τῶν λοιπῶν. Καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα. Ἐποίησέ σε υἱόν· σὺ δὲ θέλεις γενέσθαι δοῦλος; ἦλθε κατασκηνῶσαι πρὸς σέ· σὺ δὲ ἐπεισάγεις σαυτῷ πονηροὺς λογισμούς; ὁ Χριστὸς ἠθέλησεν ἱδρυνθῆναι πρὸς σέ· σὺ δὲ αὐτὸν καταπατεῖς διὰ τῆς κραιπάλης, διὰ τῆς μέθης; Ἀκούσωμεν οἱ ἀναξίως τῶν μυστηρίων μετέχοντες, ἀκούσωμεν οἱ ἀναξίως προσιόντες τῇ τραπέζῃ ἐκείνῃ· Μὴ δῶτε τὰ ἅγια, φησὶ, τοῖς κυσὶ, μήποτε καταπατήσωσιν ἐν τοῖς ποσὶν αὐτῶν· τουτέστι, μή πως καταφρονήσωσι, μὴ διαπτύσωσιν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ τούτου φοβερώτερον ἦν· ἀπὸ γὰρ τοῦ φοβεροῦ ἐπισφίγγει τὰς ψυχάς· ἱκανὸν γὰρ καὶ τοῦτο ἐπιστρέψαι παραμυθίας οὐχ ἧττον. Καὶ ὁμοῦ τε τὴν διαφορὰν δείκνυσι, καὶ τὴν κόλασιν καὶ τὴν 63.145 κρίσιν αὐτοῖς ἐφίστησιν, ἅτε τοῦ πράγματος ὄντος φανεροῦ. Πόσῳ δοκεῖτε, φησὶ, χείρονος ἀξιωθήσεται τιμωρίας; Ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι. Εἶτα καὶ μαρτυρίαν ἐπάγει λέγων· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Κυρίου, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. Ἀλλ' ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερόν· τοῦτο οὐδέν ἐστι τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν. Ὅταν ἴδωμεν, φησὶ, τινὰ κολαζόμενον ἐνταῦθα, μὴ φοβηθῶμεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ φρίξωμεν ἐπὶ τοῖς μέλλουσι. Κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ καὶ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Ἅμα καὶ ἕτερόν τι αἰνίττεται ἐνταῦθα διὰ τοῦ εἰπεῖν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω. Ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς ποιούντων, οὐ τῶν κακῶς πασχόντων. Ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· Μένει διαπαντὸς ὁ Θεὸς καὶ ζῇ· ὥστε κἂν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται. Ἐκείνους δεῖ στενάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ παθὼν πάσχει κακῶς, ἀλλ' ὁ ποιῶν· οὔτε ὁ εὐεργετούμενος εὐεργετήθη, ἀλλ' ὁ εὐεργετῶν. Ταῦτα οὖν εἰδότες, ἀνεξίκακοι ὦμεν περὶ τὸ πάσχειν κακῶς, πρόχειροι περὶ τὸ εὐεργετεῖν. Τοῦτο δὲ ἔσται, ἂν χρημάτων καταφρονῶμεν καὶ δόξης· ὁ ταῦτα τὰ πάθη ἀποδυσάμενος, ἁπάντων ἀνθρώπων ἐστὶν ἐλευθερώτερος, καὶ αὐτοῦ τοῦ τὴν ἁλουργίδα περικειμένου εὐπορώτερος. Οὐχ ὁρᾷς ὅσα γίνεται κακὰ διὰ τὰ χρήματα; οὐ λέγω ὅσα διὰ τὴν πλεονεξίαν, ἀλλ' ἐν τῇ προσπαθείᾳ τούτων· οἷόν τι λέγω· Ἂν ἀπολέσῃ τις χρήματα, παντὸς θανάτου χαλεπώτερον βίον ζῇ. Τί ἀλγεῖς, ἄνθρωπε; τί δακρύεις; ὅτι σε τῆς περιττῆς φυλακῆς ἀπήλλαξεν ὁ Θεός; ὅτι οὐ κάθῃ